[ ]
Boiotia — Thebai — 3rd c. AD
1 | οὗτος Σωκάρτης Γορτύνιος Ἰθυ̣[κλ]ῆ̣[ος] |
παντοίης ἀρετῆς ἔξοχος ἡνίοχος, | |
ὃν μήτηρ μὲν ἔτικτεν ἐνὶ Κρήτῃ εὐρείῃ | |
ἠϋκόμος Σθενίη φερτάτῳ Αὐσονίων | |
5 | [ε]ὐνηθεῖσ’ ὑπ’ ἔρωτι κασι[γ]νήτους τε κρατίστους |
καὶ πλείστων ὑπάτων κρέσσονας ἡγεμόνας. | |
ἀλλά ἑ νοῦσος ἔμαρψε κακὴ καὶ μοῖρα [β]αρεῖα | |
ἥρωα, πρὶν ἰδεῖν παῖδας ἀεξομένους. | |
τούτου κουριδίη ἄλοχος καὶ [κ]εδνὰ εἰδυῖα | |
10 | ἔστησ’ Εὔπραξις, κῦδος ἑῇ πατρίδι. |
οὐ γάρ τις κατὰ γαῖαν, ὅσαις Διόθεν γένος [ἐστί], | |
μείζονα τῇδε πόλει κόσμον ἔθηκε γυν[ή]. | |
ψ(ηφίσματι) β(ουλῆς) δ(ήμου). |