[ ] Boiotia — Thebai — 3rd c. AD
1 οὗτος Σωκάρτης Γορτύνιος Ἰθυ̣[κλ]ῆ̣[ος]
     παντοίης ἀρετῆς ἔξοχος ἡνίοχος,
ὃν μήτηρ μὲν ἔτικτεν ἐνὶ Κρήτῃ εὐρείῃ
  ἠϋκόμος Σθενίη φερτάτῳ Αὐσονίων
5 [ε]ὐνηθεῖσ’ ὑπ’ ἔρωτι κασι[γ]νήτους τε κρατίστους
      καὶ πλείστων ὑπάτων κρέσσονας ἡγεμόνας.
ἀλλά ἑ νοῦσος ἔμαρψε κακὴ καὶ μοῖρα [β]αρεῖα
     ἥρωα, πρὶν ἰδεῖν παῖδας ἀεξομένους.
τούτου κουριδίη ἄλοχος καὶ [κ]εδνὰ εἰδυῖα
10     ἔστησ’ Εὔπραξις, κῦδος ἑῇ πατρίδι.
οὐ γάρ τις κατὰ γαῖαν, ὅσαις Διόθεν γένος [ἐστί],
      μείζονα τῇδε πόλει κόσμον ἔθηκε γυν[ή].
                           ψ(ηφίσματι)  β(ουλῆς) δ(ήμου).
Search Help
Contact Us