[ ]
Boiotia — Thebes — 3rd c. AD
| 1 | οὗτος Σωκάρτης Γορτύνιος Ἰθυ̣[κλ]ῆ̣[ος] |
| παντοίης ἀρετῆς ἔξοχος ἡνίοχος, | |
| ὃν μήτηρ μὲν ἔτικτεν ἐνὶ Κρήτῃ εὐρείῃ | |
| ἠϋκόμος Σθενίη φερτάτῳ Αὐσονίων | |
| 5 | [ε]ὐνηθεῖσ’ ὑπ’ ἔρωτι κασι[γ]νήτους τε κρατίστους |
| καὶ πλείστων ὑπάτων κρέσσονας ἡγεμόνας. | |
| ἀλλά ἑ νοῦσος ἔμαρψε κακὴ καὶ μοῖρα [β]αρεῖα | |
| ἥρωα, πρὶν ἰδεῖν παῖδας ἀεξομένους. | |
| τούτου κουριδίη ἄλοχος καὶ [κ]εδνὰ εἰδυῖα | |
| 10 | ἔστησ’ Εὔπραξις, κῦδος ἑῇ πατρίδι. |
| οὐ γάρ τις κατὰ γαῖαν, ὅσαις Διόθεν γένος [ἐστί], | |
| μείζονα τῇδε πόλει κόσμον ἔθηκε γυν[ή]. | |
| ψ(ηφίσματι) β(ουλῆς) δ(ήμου). |