[ ]
Boiotia — Thebes — 320-284 BC
| 1 | π̣άμμαχον, ὦ̣ Θή̣βα, κρατέοντά με παῖδα[ς ἀγῶνα] |
| καὶ τὸ πάλιν μεσά̣ταν ἁλικίαν τις ἐρεῖ | |
| τοίας ἐκ προβολᾶς εὐάγκριτον· ἁ δὲ Νέμειος | |
| νίκα μοι λεκτῶν ἦλθεν ἀπ’ ἠϊθέων | |
| 5 | πατρὸς δῶμα Τρίακος· ἄεθλα γὰρ οἱ παρὰ Δίρκαι |
| ἀμφαδὸν Ἑλλάνων πλεῖστα φέροντι νέοι. | |
| vacat | |
| 7 | Τεισικράτης ἐποίησε. |