[ ] Boiotia — Thebai — 320-284 BC
1 π̣άμμαχον, ὦ̣ Θή̣βα, κρατέοντά με παῖδα[ς ἀγῶνα]
καὶ τὸ πάλιν μεσά̣ταν ἁλικίαν τις ἐρεῖ
τοίας ἐκ προβολᾶς εὐάγκριτον· ἁ δὲ Νέμειος
νίκα μοι λεκτῶν ἦλθεν ἀπ’ ἠϊθέων
5 πατρὸς δῶμα Τρίακος· ἄεθλα γὰρ οἱ παρὰ Δίρκαι
ἀμφαδὸν Ἑλλάνων πλεῖστα φέροντι νέοι.
               vacat
7                  Τεισικράτης ἐποίησε.
Search Help