[ ] Boiotia — Thisbe — 170 BC
A.1 Κόϊντος Μαίνιος Τίτου υἱὸς στρατηγὸς τῆι συνκλή-
τωι συνεβουλεύσατο ἐν κομετίωι πρὸ ἡμερ-
[ῶ]ν ἑπτὰ Εἰδυῶν Ὀκτωμβρίων. γραφομένωι
παρῆσαν Μάνιος Ἀκίλιος Μανίου υἱ<ὸς> Ὀλτε[ι]-
5 [νί]α, Τίτος Νομίσιος Τίτου υἱός. περὶ ὧν Θισ-
[β]εῖς λόγους ἐποιήσαντο περὶ τῶν καθ’ αὑ-
[τ]οὺς πραγμάτων, οἵτινες ἐν τῆι φιλίαι τῆι
ἡμετέραι ἐνέμειναν, ὅπως αὐτοῖς δοθῶσιν,
[ο]ἷς τὰ καθ’ αὑτοὺς πράγματα ἐξηγήσωνται, περὶ τού-
10 του τοῦ πράγματος οὕτως ἔδοξεν· ὅπως Κόϊντος
Μαίνιος στρατηγὸς τῶν ἐκ τῆς συνκλήτου  vacat
[π]έντε ἀποτάξηι, οἳ ἂν αὐτῶι ἐκ τῶν δημοσίων πρα-
[γ]μ̣άτων καὶ τῆς ἰδίας πίστεως φαίνωνται· ἔδοξε.
B.14 προτέραι Εἰδυῶν Ὀκτωμβρίων. γραφομένωι παρῆ-
15 σαν Πόπλιος Μούκιος Κοΐντου υἱός, Μάαρκος Κλαύ-
διος Μαάρκου υἱός, Μάνιος Σέργιος Μανίου υἱός.
(I) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο περὶ χώρας
[κ]αὶ περὶ λιμένων καὶ προσόδων καὶ περὶ ὀρέων· ἃ αὐτῶν ἐγε-
γ̣όνεισαν, ταῦτα ἡμ[ῶ]ν μὲν ἕνεκεν ἔχειν ἐξεῖναι ἔδο-
20 ξεν. περὶ ἀρχῶν καὶ περὶ ἱερῶν καὶ προσόδων, ὅπως αὐτοὶ
[κ]υριεύωσι, περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν·
οἵτινες εἰς τὴν φιλίαν τὴν ἡμετέραν <παρεγένοντο> πρὸ τοῦ ἢ Γάϊος Λοκρέ-
τιος τὸ στρατόπεδον πρὸς τὴν πόλιν Θίσβας προσήγα-
γεν, ὅπως οὗτοι ἔτη δέκα τ[ὰ] ἔγγιστα κυριεύωσιν. ἔδοξ[εν].
25 περὶ χώρας οἰκιῶν καὶ τῶν ὑπαρχόντων αὐτοῖς· οὗ ποτέ
τι αὐτῶν γέγονεν, ὅπως [τὰ] ἑαυτῶν αὐτοῖς ἔχειν ἐξῆι,
ἔδοξεν. (II) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο, ὅπω[ς]
οἱ αὐτόμολοι οἱ ἴδιοι ἐκεῖ φυγάδες ὄντες τὴν ἄκραν αὐτοῖς ὅπως
τειχίσαι ἐξῆι καὶ ἐκεῖ [κατ]οικῶσιν οὗτοι, καθότι ἐνεφάνισαν, οὕ-
30 τως ἔδοξεν· ὅπως ἐκεῖ κατοικῶσιν καὶ τοῦτο τειχίσωσιν· ἔδο-
ξεν. τὴν πόλιν τειχίσαι οὐκ ἔδοξεν. (III) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ
λόγους ἐποιήσαντο, χρυσίον, ὃ συνήνεγκαν εἰς στέφανον, ὅ-
πως εἰς τὸ Καπετώλιον στέφανον κατασκευάσωσιν· τούτοις, καθ-
[ότι] ἐνεφάνισαν, ὅπως αὐτοῖς ἀποδοθῇ, ὅ[πω]ς τοῦτον τὸν στέφανον εἰς
35 [τὸ] Καπετώλιον κατασκευάσωσιν, οὕτως ἀποδοῦναι ἔδοξεν. (IV) ὡσαύ-
[τ]ως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο, ἀνθρώπους, οἵτινες ὑπενα[ν]-
[τί]α τοῖς δημοσίοις πράγμασι τοῖς ἡμετέροις καὶ τοῖς ἑαυτῶν εἰσιν,
[ὅπ]ως οὗτοι κατέχωνται· περὶ τούτου τοῦ πράγματος, καθὼς ἂν Κοΐν-
[τωι] Μαινίωι στρατηγῶι ἐκ τῶν δημοσίων πραγμάτων καὶ τῆς ἰδίας πί-
40 [σ]τεως δοκῇ, οὕτως ποιεῖν ἔδοξεν. οἵτινες εἰς ἄλλας πόλεις ἀ-
πήλθοσαν καὶ οὐχὶ πρὸς τὸν παρ’ ἡμῶν στρατηγὸν παρεγένοντο, ὅπως
μὴ εἰς τάξιν καταπορεύωνται· περὶ τούτου τοῦ πράγματος πρὸς Αὖλον
[Ὁ]στίλιον ὕπατον γράμματα ἀποστεῖλαι ἔδοξεν, ὅπως περὶ τούτου τῆι δι-
[αν]οίαι προσέχηι, καθὼς ἂν αὐτῶι ἐκ τῶν δημοσίων πραγμάτων καὶ
45 [τ]ῆς ἰδίας πίστεως φαίνηται· ἔδοξεν.
(V) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο περ[ὶ]
[τ]ῶν δικῶν Ξενοπιθίδος [καὶ] Μνασίδος, ὅπως ἐκ Χαλκίδος ἀφεθῶσι,
καὶ Δαμοκρίτα Διονυσίου ἐχ Θηβῶν <κατὰ τ>αὐτά, περὶ τούτ<ου τοῦ πράγματος αὐτὰς ἐκ τούτ>ων τῶν πόλε-
ων ἀφεῖναι ἔδοξεν, καὶ ὅπως εἰς Θίσβας μὴ κατέλθωσιν· ἔδοξεν.
50 (VI) [ὡ]σαύτως περὶ οὗ ταύτας τὰς γυναῖκας ὑδρίας σὺν ἀργυρίω[ι]
[ὡ]ς τὸν στρατηγὸν ἐνενκεῖν εἴπασαν, περὶ τούτου τοῦ πράγ[μα]-
[το]ς [ὕ]<σ>τερον ἔναντι Γαΐου Λοκρετίου βουλεύσασθαι ἔδοξεν.
(VII) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ Θισβεῖς ἐνεφάνισαν περὶ σίτου καὶ ἐλ[αί]-
ου ἑαυτοῖς κοινωνίαν πρὸς Γναῖον Πανδοσῖνον γεγονέναι, περὶ τού-
55 του τοῦ πράγματος, <ἐ>ὰν κριτὰς λαβεῖν βούλωνται, τούτοις κριτὰς δοῦ̣-
ναι ἔδοξεν. (VIII) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο περὶ τοῦ
γράμματα δοῦναι Θισβεῦσιν εἰς Αἰτωλίαν καὶ Φωκίδα· περὶ τούτου
τοῦ πράγματος Θισβεῦσι καὶ Κορωνεῦσιν εἰς Αἰτωλίαν καὶ Φωκί-
δα καὶ ἐάν που εἰς ἄλλας πόλεις βούλωνται γράμματα φιλάν-
60 θρωπα δοῦναι ἔδοξεν.
Search Help
Contact Us