1 | ἐπὶ Μαχάνω ἄρχοντος, |
μεινὸς Πανάμω, Τορτέας Φαείνω̣ | |
ἔλεξε· δεδόχθη τῦ δάμυ, | |
πρόξενον εἶμεν κὴ εὐεργέταν | |
5 | τᾶς πόλιος Θεισπιέων Λεόντιον |
Κρινίαο Φουσκεῖα κὴ αὐτὸν κὴ ἐκ- | |
γόνως, κὴ εἶμεν αὐτῦς γᾶς κὴ ϝυ- | |
κίας ἔππασιν κὴ ἀσφάλιαν κὴ̣ | |
ἀσουλίαν κὴ κατὰ γᾶν κὴ κα- | |
10 | τὰ θάλατταν κὴ πολέμω κὴ |
ἰράνας ἐώσας, κὴ τὰ λυπὰ | |
πάντα καθάπερ κὴ τῦς ἄλ- | |
λυς προξένυς κὴ εὐεργέ[της]. |
IG VII
1727