[ ] Boiotia — Thespiai — undated
See also:
1       ἐπὶ Μαχάνω ἄρχοντος,
μεινὸς Πανάμω, Τορτέας Φαείνω̣
ἔλεξε· δεδόχθη τῦ δάμυ,
πρόξενον εἶμεν κὴ εὐεργέταν
5 τᾶς πόλιος Θεισπιέων Λεόντιον
Κρινίαο Φουσκεῖα κὴ αὐτὸν κὴ ἐκ-
γόνως, κὴ εἶμεν αὐτῦς γᾶς κὴ ϝυ-
κίας ἔππασιν κὴ ἀσφάλιαν κὴ̣
ἀσουλίαν κὴ κατὰ γᾶν κὴ κα-
10 τὰ θάλατταν κὴ πολέμω κὴ
ἰράνας ἐώσας, κὴ τὰ λυπὰ
πάντα καθάπερ κὴ τῦς ἄλ-
λυς προξένυς κὴ εὐεργέ[της].
Search Help
Contact Us