[ ]
Att. — med. s. III a.
| 1 | εἷλε σόν, Ἡράκλειτε, καὶ αἰνετὸν υἷα Λεαίνης |
| εἷλεν θαρραλέης ἔργα Λέοντα μάχης· | |
| ἀνχιάλου Σαλαμῖνος ὁ γὰρ κλήροισιν ἀμύνων | |
| δυσμενέων ὀλοὸν τραῦμα κατηγάγετο. | |
| 5 | ζηλοῦτ’ ἀλλὰ νέοι τὸν ὁμήλικα· κάθθανε γάρ που |
| μηδοφόνων ἀρετᾶς μνωόμενος πατέρων. |