[ ] Boiotia — Tanagra — 5th c. AD
1 μή ποτε κερτομέων ἐπὶ φθιμένοισι γελάσσῃς,
μηδ’ ἐκ θυμοῦ δολεροῦ ῥῆμά ποτε ἐξεμέσῃς,
μηδὲ κατ’ οὐκέτ’ ἐόντος ἔπος ψευδήγορον εἴπῃς,
μή σε λάβῃ πυρόεσσα κρίσις δεινήεσσα Γεέννης
5 καὶ Ταρτάρου ἐκ κρ<υ>εροῦ ψυχῆς πολυώδυνον ἄλγος.
         ❦                     ❦
Search Help
Contact Us