[ ]
Boiotia — Tanagra — 5th c. AD
| 1 | μή ποτε κερτομέων ἐπὶ φθιμένοισι γελάσσῃς, |
| μηδ’ ἐκ θυμοῦ δολεροῦ ῥῆμά ποτε ἐξεμέσῃς, | |
| μηδὲ κατ’ οὐκέτ’ ἐόντος ἔπος ψευδήγορον εἴπῃς, | |
| μή σε λάβῃ πυρόεσσα κρίσις δεινήεσσα Γεέννης | |
| 5 | καὶ Ταρτάρου ἐκ κρ<υ>εροῦ ψυχῆς πολυώδυνον ἄλγος. |
| ❦ ❦ |