[ ]
Megaris — Megara — after the reign of Trajan
1 | Ὀρρίππῳ Μεγαρῆς με δαΐφρονι τῇδε ἀρίδηλον |
μνᾶμα θέσαν, φάμᾳ Δελφίδι πειθόμενοι· | |
ὃς δὴ μακίστους μὲν ὅρους ἀπελύσατο πάτρᾳ | |
πολλὰν δυσμενέων γᾶν ἀποτεμνομένων, | |
5 | πρᾶτος δ’ Ἑλλάνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη |
γυμνός, ζωννυμέμων τῶν πρὶν ἐνὶ σταδίῳ. |