[ ] Megaris — Megara — 3rd c. BC
1                   ἀγαθῆι τύχηι.
ἀνατίθησιν Ἀρέτη Ἀριστάνδρου Ποσει-
δωνίωι καὶ τῶι κοινῶι τῶν Αἰγοσθενιτῶν
τοῦ κήπου τὸ ἥμυσυ, ἀγοράσασα παρὰ
5 τῶν Αἰγοσθενιτῶν δραχμῶν χιλίων,
τὸ πρὸς θάλασσαν, καὶ ποεῖ τέμενος
Ποσειδώνιον. τοῦ δὲ τεμένους τούτου
[τὸν γιγνόμενον] φόρο[ν] λ[αμβά]νον[τε]ς οἱ
Αἰγοσθενῖται προστιθέτωσαν πρὸς τὸ
10 [ρ]γύ[ρ]ιο[ν τ]ὸ εἰς τὴν θυσίαν [ἀ]ναλισκό-
μενον, ἣ[ν α]ὐτοὶ ἐψηφισμένοι εἰσὶν
θύειν Ποσειδωνίωι καὶ πρὸς τὸν ἀγῶνα
τὸν τιθέμενον ἐν τῆι θυσίαι τῆι Ποσει-
δωνίου, καὶ ποιούντ[ωσ]αν τήν τε θυσίαν
15 καὶ τὸν ἀγῶνα λαμπρότερον.
Search Help