[ ]
Megaris — Megara — 3rd c. BC
1 | ἀγαθῆι τύχηι. |
ἀνατίθησιν Ἀρέτη Ἀριστάνδρου Ποσει- | |
δωνίωι καὶ τῶι κοινῶι τῶν Αἰγοσθενιτῶν | |
τοῦ κήπου τὸ ἥμυσυ, ἀγοράσασα παρὰ | |
5 | τῶν Αἰγοσθενιτῶν δραχμῶν χιλίων, |
τὸ πρὸς θάλασσαν, καὶ ποεῖ τέμενος | |
Ποσειδώνιον. τοῦ δὲ τεμένους τούτου | |
[τὸν γιγνόμενον] φόρο[ν] λ[αμβά]νον[τε]ς οἱ | |
Αἰγοσθενῖται προστιθέτωσαν πρὸς τὸ | |
10 | ἀ[ρ]γύ[ρ]ιο[ν τ]ὸ εἰς τὴν θυσίαν [ἀ]ναλισκό- |
μενον, ἣ[ν α]ὐτοὶ ἐψηφισμένοι εἰσὶν | |
θύειν Ποσειδωνίωι καὶ πρὸς τὸν ἀγῶνα | |
τὸν τιθέμενον ἐν τῆι θυσίαι τῆι Ποσει- | |
δωνίου, καὶ ποιούντ[ωσ]αν τήν τε θυσίαν | |
15 | καὶ τὸν ἀγῶνα λαμπρότερον. |