[ ]
Megaris — Megara — early 3rd c. BC
| 1 | ἐπὶ βασιλέος Διογένεος, ἐγραμμά- |
| τευε βουλᾶι καὶ δάμωι Ἕλιξος Εὐ- | |
| [δά]μου, ἐστρατάγουν Παγχάρης Δι- | |
| οδώρου, Ἔριμνος Θεμνάστου, Εὔφαμος | |
| 5 | Εὐκλείωνος, Τεισίων Ἀμφία, Μέγυλ- |
| λος Σιλανοῦ, ἔδοξε βουλᾶι καὶ δάμωι· | |
| ἐπειδὴ Ἱππίας Περικλέος Ἀκαρνὰν | |
| ἐξ Ἀστακῶν διατελεῖ εὔνους ἐὼν | |
| τῶι δάμωι τῶι Μεγαρέωγ καὶ χρείας | |
| 10 | ἀεὶ τῶι δεομένωι τῶμ πολιτᾶν παρέχ[ε]- |
| ται φιλοτίμως, ἀγαθᾶι τύχαι, πρόξενον | |
| εἶμεν αὐτὸγ καὶ εὐεργέταν τᾶς πόλιος | |
| τᾶς Μεγαρέωγ καὶ ἐκγόνους αὐτοῦ. ἀγ- | |
| γραψάτω δὲ τὸ δόγμα τόδε ὁ γραμματεὺς | |
| 15 | τοῦ δάμου εἰς στάλαγ καὶ ἀνθέτω εἰς τὸ |
| Ὀλυμπιεῖον. |