[ ]
Megaris — Megara — early 3rd c. BC
| 1 | ἐπὶ βασιλέος Πασ<ι>άδα, ἐγραμμάτευε βουλᾶι |
| καὶ δάμωι Ἵππω<ν> Παγχάρεος, ἐστρατάγουν | |
| Διονύσιος Πυρρίδα, Δαμέας Ματροκλέος, | |
| Ἀντί<φιλο>ς <Σ>μάχου, Μνασίθεος Πασίωνος, | |
| 5 | Ἑρκίων Τέλητος. |
| ἐπειδὴ Μένανδρος Καλλικράτεος Μεγαλο- | |
| πολίτας διατελεῖ εὔνους ἐὼγ καὶ πράσσων | |
| τὰ συμφέροντα τῶι δάμωι, ἐπαινέσαι τε αὐ- | |
| τὸν ἀρετᾶς ἕνεκα καὶ [εὐ]νοίας, καὶ εἶμεν | |
| 10 | αὐτὸμ πρόξενογ καὶ εὐεργέταν τᾶς πόλιος |
| τᾶς Μεγαρέωγ καὶ ἐκγόνους αὐτοῦ· εἶμεν | |
| δὲ αὐτῶι ἀτέλειαγ καὶ ἀσυλίαγ καὶ κατὰ | |
| γᾶγ καὶ κατὰ θάλασσαν. [ἀγ]γραψάτω δὲ | |
| τόδε τὸ δόγμα ὁ γραμματεὺς τοῦ δάμου | |
| 15 | εἰς στάλαγ καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον. |