[ ]
Megaris — Megara — after 306 BC
1 | [— — — — — — — — — — — —]ς διατρίβων |
ἐπειδὴ Μῦς Πρωτέα Ἐρέσιος εὔνους ἐὼν | |
καὶ πράσσων τὰ συμφέροντα τῶι δάμωι | |
τῶι Μεγαρέων διατελεῖ, ἀγαθᾶι τύχαι, δε- | |
5 | δόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, ἐπαινέ- |
σαι τε αὐτὸν ἀρετᾶς ἕνεκα καὶ εὐνοίας | |
τᾶς εἰς τὸν δᾶμον τὸν Μεγαρέων, καὶ εἶ- | |
μεν αὐτὸν καὶ ἐκγόνους προξένους [τᾶ]ς | |
πόλιος τᾶς Μεγαρέων· εἶμεν δὲ αὐτοῖς | |
10 | ἀτέλειαν καὶ ἀσυλίαν καὶ ἐν πολέμωι |
καὶ ἐν εἰράναι καὶ κατὰ γᾶγ καὶ κατὰ θά- | |
λασσαν. ἀγγράψαι δὲ τόδε τὸ δόγμα τὸν | |
γραμματέα τοῦ δάμου [ἐ]ν στάλαι καὶ ἀνθ[έ]- | |
μεν εἰς τὸ Ὀλυμπιεῖον. βασιλεὺς Εὐκλίας, | |
15 | ἐστρατάγουν Φωκῖνος Εὐάλκου, Ἀριστότι[μος Με]- |
νεκράτεος, Δαμοτ[έ]λης Δαμέα, Θέδωρος | |
Παγχάρεος Πρόθυμος Ζεύξιος, Τίμων Ἀγά[θω]- | |
νος, γραμματεὺς βουλᾶς καὶ δάμου | |
Εὐπαλῖνος Ὁμόφρονος. |