[ ] Megaris — Megara — after 306 BC
1 ἐπὶ βασιλέ<ο>ς Ἀπολλοδώρου τοῦ Εὐ<φ>ρονίου, γραμμα-
τεὺς βουλᾶς καὶ δάμου Δαμέας Δαμοτέλεος,
ἐστρατάγουν Δαμοτέλης Δαμέα, Φωκῖνος Εὐά-
λκου, Ἀριστότιμος Μενεκράτεος, Θέ{ο}δωρος {²⁶Θέδωρος}²⁶ Παγχ[ά]-
5 ρε<ο>ς, Πρόθυμος Ζεύξιος, Τίμων Ἀγάθωνος· ἐπει[δὴ]
Ἀλεξ[— — — — — — — — — — — — — — — — —]εὺς
εὔνους καὶ χρήσιμος ἐὼν διατελεῖ τῶι δάμωι,
ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι,
ἐπαινέσαι αὐτὸν ἀρετᾶς ἕνεκα καὶ εὐνοίας, κα[ὶ]
10 εἶμεν αὐτὸν καὶ ἐκγόνους προξένους καὶ εὐεργέ-
τας τᾶς πόλιος, καὶ εἶμεν αὐτῶι γᾶς καὶ οἰκίας
ἐπ[α]ρχ[ὰγ] καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι οἷς
{ἂν} ἁ πόλις τίθη<τ>ιν, καὶ ἀτέλειαν καὶ ἀσυλίαν
καὶ ἐν πολέμωι καὶ ἐν εἰράναι καὶ κατὰ γᾶγ καὶ
15 κατὰ θάλασσαν. ἀ<γ>γράψαι δὲ τόδε τὸ δόγμα
τὸν γραμματέα τοῦ δάμου ἐς στάλαν καὶ
[ἀ]νθέμεν εἰς τὸ Ὀλυμπιεῖον.
Search Help