[ ]
Megaris — Megara — after 306 BC
1 | ἐπὶ βασιλέος Ἀπολλοδώρου τοῦ Εὐ<φ>ρονίου, γραμματεύοντος |
βουλᾶι καὶ δάμωι Δαμέα Δαμοτέλεος, ἐστρατάγουν | |
Δαμοτέλης Δαμέα, Φωκῖνος Εὐάλκου, Ἀριστότιμος Μενε- | |
κράτεος, Θέδωρος Παγχάρεος, Πρόθυμος Ζεύξιος, Τίμων Ἀγά- | |
5 | θωνος. ἐπειδὴ Ἀγάθων Ἀρχίου [Ἀ]ργ[ε]ῖος εὔνους καὶ χρήσι- |
μος ἐὼν διατελεῖ τῶι δάμωι, ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι | |
βουλᾶι καὶ τῶι δάμωι, ἐπαινέσαι τε αὐτὸν ἀρετᾶς ἕνεκα | |
καὶ εὐνοίας, καὶ εἶμεν αὐτὸν καὶ ἐκγόνους προξένους | |
καὶ εὐεργέτας τᾶς πόλιος, καὶ εἶμεν αὐτῶι γᾶς καὶ | |
10 | οἰκίας ἐ[π]α[ρ]χὰγ καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι, οἷς |
ἁ πόλις τίθητι, καὶ ἀτέλειαγ καὶ ἀσυλίαν ἐμ̣ πολέ- | |
μωι καὶ εἰράναι καὶ κατὰ γᾶγ καὶ κατὰ θάλασσαν. | |
ἀγγράψαι δὲ τόδε τὸ δόγμα τὸγ γραμματέα τοῦ δάμου | |
εἰς στάλαν καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμπιεῖον, [ὅπως φα]- | |
15 | νερὸν ἦι ὅτι ὁ δάμος ὁ Μεγαρέων [τι]μῇ τοὺς [ε]ὔ[νους] |
καὶ χρησίμους αὑτῶι. |