[ ] Att. — aet. imp.
See also:
1 οὔνομα Θεσμοφάνην με πατὴρ φίλος ἠδ’ ἅμα μήτηρ
κίκλησκον, δυεροῦ πρὶν θανάτοιο τυχεῖν·
ἑπτὰ δέ μοι μοῖραι περιτελλομένους ἐνιαυτούς
ἐκλώσαντο μίτοις ἄτροπα γραψάμεναι.
5 καὶ <μὴ>ν καὶ πάντων με καλῶν, ὅσα παισὶ φερίστοις,
πλῆσεν προφρονέως κλεινὸς ἐμεῖο πατήρ·
πάσας γὰρ λοιβάς τε καὶ ὅσσα μέμηλε θεοῖσιν
εἵνεκ’ ἐμῆς ψυχῆς οὐ λίπε μειλιχίοις.
καὶ γάρ μ’ Εὐμ[όλποιο] θυηπόλοι εἰρεσιώνην
10 [τε]ύξαντες [μεγάλην ὤπ]ασαν εὐκλείην·
στέμμα δέ [μοι πλέξαντο] Διωνύσου θιασῶται,
πυρφόρ[ου ἐν Δηοῦς μυστι]κά τ’ ἐξετέλουν.
[ἦ] ῥα καλὸν <γ>έ[ρας ἔσχον, εἰ ἀψευδ]ὴς λόγος ἀνδρῶν,
παῖδας [ἀποθνήσκειν οὓ]ς φιλέουσι θεοί.
15 τοὔνεκά μοι, πάτερ ἐσθλέ, φάνη· σ<ὺ δὲ> μηκέτι σεῖο
τειρόμενος γλυκερὴν τρύχε χρόνῳ κραδίην.
Search Help
Contact Us