| 1 | οὔνομα Θεσμοφάνην με πατὴρ φίλος ἠδ’ ἅμα μήτηρ |
| κίκλησκον, δυεροῦ πρὶν θανάτοιο τυχεῖν· | |
| ἑπτὰ δέ μοι μοῖραι περιτελλομένους ἐνιαυτούς | |
| ἐκλώσαντο μίτοις ἄτροπα γραψάμεναι. | |
| 5 | καὶ <μὴ>ν καὶ πάντων με καλῶν, ὅσα παισὶ φερίστοις, |
| πλῆσεν προφρονέως κλεινὸς ἐμεῖο πατήρ· | |
| πάσας γὰρ λοιβάς τε καὶ ὅσσα μέμηλε θεοῖσιν | |
| εἵνεκ’ ἐμῆς ψυχῆς οὐ λίπε μειλιχίοις. | |
| καὶ γάρ μ’ Εὐμ[όλποιο] θυηπόλοι εἰρεσιώνην | |
| 10 | [τε]ύξαντες [μεγάλην ὤπ]ασαν εὐκλείην· |
| στέμμα δέ [μοι πλέξαντο] Διωνύσου θιασῶται, | |
| πυρφόρ[ου ἐν Δηοῦς μυστι]κά τ’ ἐξετέλουν. | |
| [ἦ] ῥα καλὸν <γ>έ[ρας ἔσχον, εἰ ἀψευδ]ὴς λόγος ἀνδρῶν, | |
| παῖδας [ἀποθνήσκειν οὓ]ς φιλέουσι θεοί. | |
| 15 | τοὔνεκά μοι, πάτερ ἐσθλέ, φάνη· σ<ὺ δὲ> μηκέτι σεῖο |
| τειρόμενος γλυκερὴν τρύχε χρόνῳ κραδίην. |
IG II²
11674