1 | οὔνομα Θεσμοφάνην με πατὴρ φίλος ἠδ’ ἅμα μήτηρ |
κίκλησκον, δυεροῦ πρὶν θανάτοιο τυχεῖν· | |
ἑπτὰ δέ μοι μοῖραι περιτελλομένους ἐνιαυτούς | |
ἐκλώσαντο μίτοις ἄτροπα γραψάμεναι. | |
5 | καὶ <μὴ>ν καὶ πάντων με καλῶν, ὅσα παισὶ φερίστοις, |
πλῆσεν προφρονέως κλεινὸς ἐμεῖο πατήρ· | |
πάσας γὰρ λοιβάς τε καὶ ὅσσα μέμηλε θεοῖσιν | |
εἵνεκ’ ἐμῆς ψυχῆς οὐ λίπε μειλιχίοις. | |
καὶ γάρ μ’ Εὐμ[όλποιο] θυηπόλοι εἰρεσιώνην | |
10 | [τε]ύξαντες [μεγάλην ὤπ]ασαν εὐκλείην· |
στέμμα δέ [μοι πλέξαντο] Διωνύσου θιασῶται, | |
πυρφόρ[ου ἐν Δηοῦς μυστι]κά τ’ ἐξετέλουν. | |
[ἦ] ῥα καλὸν <γ>έ[ρας ἔσχον, εἰ ἀψευδ]ὴς λόγος ἀνδρῶν, | |
παῖδας [ἀποθνήσκειν οὓ]ς φιλέουσι θεοί. | |
15 | τοὔνεκά μοι, πάτερ ἐσθλέ, φάνη· σ<ὺ δὲ> μηκέτι σεῖο |
τειρόμενος γλυκερὴν τρύχε χρόνῳ κραδίην. |
IG II²
11674