[ ] Italia (Campania) — Capreae (Capri) — 1st c. AD — GVI 1576 — Capri Antica (1998) 317, E14 (P. Lombardi)
See also:
1 οἳ στύγιον χῶρον ὑποναίετε, δα[ί]-
             μονες <ἐσ>θλοί, |
δέξασθ’ εἰς Ἀίδην κ<ἀι>μὲ τὸν οἰκτρότατον, |
οὐ κρίσει ἐγμοιρῶν ἡρπασμένον, ἀλλ-
5               ὰ βιαίωι |
αἰφνιδίωι θανάτωι μήνιος ἐξ ἀδίκου· |
ἄρτι μου ἐν προκοπῆς τάξει παρὰ δεσπό-
              τῃ ὄντι, |
ἄρτι δὲ καὶ γονέων ἐλπίδ’ ἐμὴν στερέ-
10                 σας, |
οὐ δέκα [πέ]νθ’ ἑτέων οὐδ’ εἴκοσι τέρμ’ ἐνιαυ-
                τῶν |
ἐκτελέσας γοερὸς οὐκ ἐσορῶ τὸ φάος. |
τοὔνομά μοι Ὕπατος ❦? λίτομαι δ’ ἔτι τὸν
15              συνόμαιμον |
τούς τε γονεῖς κλαίειν μηκέτι τοὺς τ-
              άλανας.
Search Help
Contact Us