| col. I.1 | ἐπὶ Ἀπολλοδώρου τοῦ Ἀπολλοδώρου Ἀρτεμ[ισίου] |
| πρ(ύτανις?) Λυκίσκος Λυκίσκου Ἀσιν(—) ἱερομναμόνοις ἔσοδος | |
| τεσσαράκοντα λίτραι, ἑπτὰ ὀγδοήκοντα ὀκτακόσια τάλαντα· | |
| ἔξοδος τεσσαράκοντα λίτραι, ἐννέα τεσσαράκοντα τριακόσια | |
| 5 | τάλαντα· λοιπὸν ὀκτὼ τριάκοντα πεντακόσια τάλαντα· |
| τούτου ἐν ἐπιμονᾷ Παυσανία Παυσανία Ἀρεθ(—) τεσσαρά- | |
| κοντα λίτραι, ἓν ἑβδομήκοντα τάλαντα· καὶ παρὰ | |
| ἱερομναμόνοις τοῖς ἐπὶ Ἀρίστωνος λοιπὸν τέσσαρες | |
| ἐνενήκοντα λίτραι, δέκα ἑκατὸν τετρακισχίλια μύρια | |
| 10 | τάλαντα· τούτου ἐν ἐπιμονᾷ Παυσανία Παυσανία Ἀρεθ(—) |
| ὀγδοήκοντα λίτραι, ὀγδοήκοντα τετρακόσια τάλαντα. | |
| ταμίαις ἔσοδος δέκα ἑκατὸν λίτραι, ἑπτὰ εἴκοσι ἑξακόσι- | |
| α ἑπτακισχίλια τάλαντα· ἔξοδος ἑβδομήκοντα λί- | |
| τραι, τέσσαρα ὀγδοήκοντα τριακόσια ἑπτακισχίλια | |
| 15 | τάλαντα· λοιπὸν τεσσαράκοντα λίτραι, τρία τεσσαράκον<τ>α |
| διακόσια τάλαντα· καὶ ἐν ἐπ<ι>μονᾷ Παυσανία Παυσανία | |
| Ἀρεθ(—) τεσσαράκοντα λίτραι, τρία τεσσαράκοντα διακόσι- | |
| α τάλαντα· καὶ παρὰ ταμίαις τοῖς ἐπὶ Ἀρίστωνος | |
| λοιπὸν ὀκτὼ ὀγδοήκοντα λίτραι, τέσσαρα ἐνενή- | |
| 20 | κοντα διακόσια τετρακισχίλια ἓξ δέκα μυριάδες |
| ταλάντων· τούτου ἐν ἐπιμονᾷ Παυσανία Παυσα- | |
| νία Ἀρεθ(—) τριάκοντα ἑπτακόσια τάλαντα· καὶ ἐν ἀνδο- | |
| κείᾳ Ζωτικοῦ Εὐβουλίδα Ἀσσιτ(—) ὀγδοήκοντα λί- | |
| τραι, ἓξ ἑξήκοντα ἑξακόσια χίλια τάλαντα. | |
| 25 | σιτοφυλάκοις κυάμων ἔσοδος ἕνδεκα ἡμίεκτα, |
| ὀκτὼ ἑ[ξ]ήκοντα ἑπτακόσιοι μέδιμνοι· ἔξοδος | |
| ἑπτὰ ἡμίεκτα· λοιπὸν τέσσαρα ἡμίεκτα, ὀκτὼ | |
| ἑξήκοντα ἑπτακόσιοι μέδιμνοι· καὶ παρὰ σιτο- | |
| φυλάκοις τοῖς πρότερον χαλκοῦ λοιπὸν τέσσαρες | |
| 30 | δέκα λίτραι, ἑπτὰ τριάκοντα πεντακόσια πεντακισχίλια |
| τάλαντα· τούτου ἐν ἐπιμονᾷ Παυσανία Παυσανία εἴκοσι | |
| ἑπτακόσια τάλαντα· κυάμων λοιπὸν [π]αρὰ μὲν σιτο- | |
| φυλάκοις τοῖς πρότερον τρία ἡμίεκτα, ὀγδοήκοντα | |
| τετρακόσιοι μέδιμνοι· καὶ ἡμέδιμνος ἕνδεκα | |
| 35 | μέδιμνοι μελίνας· παρὰ δὲ ἀγέρταις |
| τοῖς πρότερον κυάμων λοιπὸν ὀκτὼ δέκα | |
| μέδιμνοι. σιτωνίωι Φρύνιος ἔσοδος ὀγδοή- | |
| κοντα λίτραι, ἓν ἑβδομήκοντα ἐνακόσια χίλια τά- | |
| λαντα· ἔξοδος ὀγδοήκοντα λίτραι, ἓν ἑβδομήκοντα | |
| 40 | ἐνακόσια χίλια τάλαντα· καὶ λοιπὸν τρεῖς πεντήκοντα λί- |
| τραι, ἓν δέκα ἐνακόσια χίλια τάλαντα. σ[ι]τωνίωι Εὐκλείδα | |
| λοιπὸν τεσσαράκοντα λίτραι, πέντε ἐνενήκοντα ἑξακόσια | |
| τρισχίλια τάλαντα. | |
| col. II.1 | Διονυσίου πρ(ύτανις?) Ἡράκλητος Ἀπολλοδώρου Οἰτ(—) Τιρκ(—)? |
| ἱερομναμόνοις ἔσοδος ἑξήκοντα λίτραι, ἓν | |
| ἑβδομήκοντα δισχίλια τάλαντα· ἔξοδος εἴκοσι λίτραι, | |
| δισχίλια τάλαντα· λοιπὸν τεσσαράκοντα λίτραι, ἓν ἑβδομή- | |
| 5 | κοντα τάλαντα· ἐν ἐπιμονᾷ Παυσανία Παυσανία Ἀρεθ(—). |
| ταμίαις ἔσοδος μία ἐνενήκοντα λίτραι, δύο ἑβδομήκον- | |
| τα ἐνακόσια δισχίλια τάλαντα· ἔξοδος ἑπτὰ ἑκατὸν λίτραι, | |
| ἐννέα ἑξήκοντα ἐνακόσια δισχίλια τάλαντα· λοιπὸν τέσσα- | |
| ρες ἑκατὸν λίτραι, δύο τάλαντα· καὶ ἐν ἐπιμονᾷ Παυσανία | |
| 10 | Παυσανία Ἀρεθ(—) τεσσαράκοντα λίτραι, τρία τεσσαράκοντα δια- |
| κόσια τάλαντα· καὶ παρὰ ἱερομναμόνοις τοῖς ἐπὶ Ἀρί<σ>τω- | |
| νος λοιπὸν τέσσαρες ἐνενήκοντα λίτραι, δέκα ἑκατὸν | |
| τετρακισχίλια μύρια τάλαντα· τούτου ἐν ἐπιμονᾷ Παυ[σ]α- | |
| νία Παυσανία Ἀρεθ(—) ὀγδοήκοντα λίτραι, τέσσαρα ὀγδοήκον- | |
| 15 | τα τετρακόσια τάλαντα· καὶ παρὰ ταμίαις τοῖς ἐπὶ Ἀρίστω- |
| νος λοιπὸν ὀκτὼ ὀγδοήκοντα λίτραι, τέσσαρα ἐνε- | |
| νήκοντα διακόσια τετρακισχίλια ἓξ δέκα μυριάδες | |
| ταλάντων· τούτου ἐν ἐπιμονᾷ Παυσανία Παυσανία Ἀρ[εθ(—)] | |
| τριάκοντα ἑπτακόσια τάλαντα· καὶ ἐν ἀνδοκείᾳ Ζωτι- | |
| 20 | κοῦ Εὐβουλίδα Ἀσσιτ(—) ὀγδοήκοντα λίτραι, ἓξ ἑξήκοντα |
| ἑξακόσια χίλια τάλαντα. σιτοφυλάκοις χαλκοῦ ἔσοδος | |
| ὀγδοήκοντα λίτραι, ἓξ ἑξήκοντα χίλια τάλαντα· | |
| ἔξοδος ὀγδοήκοντα λίτραι, ἓξ ἑξήκοντα χίλια | |
| τάλαντα· κυάμων ἔξοδος ἑπτὰ ἡμίεκτα, διακόσιοι | |
| 25 | μέδιμνοι· λοιπὸν ἐννέα ἡμίεκτα, ἑπτὰ ἑξήκον- |
| τα πεντακόσιοι μέδιμνοι· καὶ παρὰ σιτοφυλάκοις | |
| τοῖς πρότερον χαλκοῦ λοιπὸν τέσσαρες δέκα λί- | |
| τραι, ἑπτὰ τριάκοντα πεντακόσια πεντακισ- | |
| χίλια τάλαντα· τούτου ἐν ἐ[πι]μονᾷ Παυσα- | |
| 30 | νία Π[α]υσανία Ἀρε<θ>(—) ἴκοσι ἑπτακόσια τάλαν- |
| [τα]· κυάμων λοιπὸν παρὰ μὲν σιτοφυλά- | |
| κοις τοῖς πρότερον τρία ἡμίεκτα, ὀγδοήκοντα | |
| τετρακόσιοι μέδιμνοι· καὶ ἡμέδιμνος ἕνδε- | |
| κα μέδιμνοι μελίνας· παρὰ δὲ ἀγέρταις | |
| 35 | τοῖς πρότερον κυάμων λοιπὸν ὀκτὼ δέκα μέ[δ]ι- |
| μνοι. σιτωνίωι Φρύνιος ἔ<ξ>οδος χίλια τάλαντα | |
| τὸ θησαυρισθέν· καὶ λοιπὸν τρεῖς π[εντ]ήκοντα λίτραι, | |
| ἓν δέκα ἐνακόσια τάλαντα. σιτωνίωι Εὐκλείδα | |
| col. III.1 | [ἔξοδος ἐννέα ἑβδομήκοντα τριακόσια] δισχί[λια] |
| [τάλαντα]· λοιπὸν τεσσαράκοντα [λίτραι], | |
| [ἓξ δέκα τριακόσια χ]ίλια τάλαντα· | |
| [— πρ(ύτανις?) — —] Ἀλκ(—) ἱερομναμόνο[ις ἔσοδος] | |
| 5 | [— — λίτραι, — — — ὀγδ]οήκοντα χίλια τάλα[ντα]· |
| ἔ[ξοδος — — λίτραι], ἐννέα ὀγδοήκοντα ἐν[ακόσια τά]- | |
| λαντα· [λοιπὸν — —] λίτραι, ἓν ἑκατὸν τάλα[ντα]. | |
| ταμίαις ἔσοδος πέντε λίτραι, τρία τριάκοντα δ[ιακό]- | |
| σια πεντακισχίλια τάλαντα· ἔξοδος ἑπτὰ ἐνενήκον- | |
| 10 | τα λίτραι, ὀκτὼ ἐνακόσια τετρακισχίλια τάλαντα· λοιπὸν |
| ὀκτὼ εἴκοσι λίτραι, τέσσαρα εἴκοσι τριακόσια τάλαντα· | |
| καὶ παρὰ ἱερομναμόνοις τοῖς ἐπὶ Ἀρίστωνος λοιπὸν | |
| τέσσαρες δέκα λίτραι, ἓξ εἴκοσι ἑξακόσια τρισχίλια μύρια | |
| τάλαντα· καὶ παρὰ ταμίαι<ς> τοῖς ἐπὶ Ἀρί<σ>τωνος λοιπὸν | |
| 15 | ὀκτὼ τεσσαράκοντα λίτραι, ἓν τριάκοντα ἑξακόσια ὀκτα- |
| κισχίλια πέντε δέκα μυριάδες ταλάντων· τούτου | |
| ἐν ἀνδοκείᾳ Ζωτικοῦ Εὐβουλίδα ὀγδοήκοντα λίτραι, | |
| ἓξ ἑξήκοντα ἑξακόσια χίλια τάλαντα. σιτοφυλάκοις | |
| χαλκοῦ ἔσοδος ὀγδοήκοντα λίτραι, δύο ἑπτακόσια χίλια | |
| 20 | τάλαντα· ἔξοδος ὀγδοήκοντα λίτραι, δύο ἑπτακόσια χίλια |
| τάλαντα· κυάμων ἔξοδος ἑπτὰ ἡμίεκτα, δύο | |
| πεντήκοντα τριακόσιοι μέδιμνοι· λοιπὸν | |
| δύο ἡμίεκτα, πέντε δέκα διακόσιοι μέδιμνοι· καὶ παρὰ | |
| σιτοφυλάκοις τοῖς πρότερον χαλκοῦ λοιπὸν τέσσαρες | |
| 25 | ἐνενήκοντα λίτραι, τρία ὀγδοήκοντα ἑξακόσια τε- |
| τρακισχίλια τάλαντα· κυάμων λοιπὸν παρὰ μὲν σιτο- | |
| φυλάκοις τοῖς πρότερον τρία ἡμίεκτα, ὀγδοήκοντα | |
| τετρακόσιοι μέδιμνοι· καὶ ἡμέδιμνος ἕνδεκα μέ- | |
| διμνοι μελίνας· παρὰ δὲ ἀγέρταις τοῖς πρότερον κυά- | |
| 30 | μων λοιπὸν ὀκτὼ δέκα μέδιμνοι. |
| σιτωνίωι Φρύνιος λοιπὸν τρεῖς πεντήκοντα λίτραι, | |
| ἕνδεκα ἐνακόσια τάλαντα παρὰ σιτώναις τοῖς ἐπὶ Θεο- | |
| δώρου. σιτωνίωι Εὐκλείδα λοιπὸν τεσσαράκοντα | |
| λίτραι, ἓξ δέκα τριακόσια χίλια τάλαντα παρὰ ἀγέρ- | |
| 35 | ταις τοῖς ἀπὸ σιτωνίας. |
IG XIV
423