1 | Θεοῖς Καταχθονίοις. |
Καππαδόκων ἔθνους πολυανθέας οἴδατε ἀρούρας· | |
κεῖθεν ἐγὼ φυόμην ἐκ τοκέων ἀγαθῶν· | |
ἐξέτι τοὺς λιπόμην, δύσιν ἤλυθον ἠδὲ καὶ ἠῶ. | |
5 | οὔνομά μοι Γλάφυρος καὶ φρενὸς εἴκελον ἦν. |
ἑξηκοστὸν ἔτος πανελεύθερον ἐξεβίωσα | |
καὶ καλὸν τὸ τύχης καὶ πικρὸν οἶδα βίου. |
IG XIV
400