| 1 | Θεοῖς Καταχθονίοις. |
| Καππαδόκων ἔθνους πολυανθέας οἴδατε ἀρούρας· | |
| κεῖθεν ἐγὼ φυόμην ἐκ τοκέων ἀγαθῶν· | |
| ἐξέτι τοὺς λιπόμην, δύσιν ἤλυθον ἠδὲ καὶ ἠῶ. | |
| 5 | οὔνομά μοι Γλάφυρος καὶ φρενὸς εἴκελον ἦν. |
| ἑξηκοστὸν ἔτος πανελεύθερον ἐξεβίωσα | |
| καὶ καλὸν τὸ τύχης καὶ πικρὸν οἶδα βίου. |
IG XIV
400