[ ] Sikelia — Selinous — mid-5th c. BC — LSAG² 277, 39
1 [δι]ὰ τὸˉς θεὸˉς τόˉ[σ]δε νικο͂ντι τοὶ Σελινόˉν[τιοι]·
[δι]ὰ τὸν Δία νικο͂μες καὶ διὰ τὸν Φόβον [καὶ]
δ[ιὰ] ℎεˉρακλέα καὶ δι’ Ἀπόλλοˉνα καὶ διὰ Π[οτ]-
ε[ιδᾶ]να καὶ διὰ Τυνδαρίδας καὶ δι’ Ἀθ[α]-
5 να̣[ί]αν καὶ διὰ Μαλοφόρον καὶ διὰ Πασικ-
ρά[τ]ειαν καὶ διὰ τὸˉς ἄλλοˉς θεόˉς, δ̣ιὰ δὲ Δία
μάλιστα̣. φιλία[ς] δὲ γενομένας ἐνχρυσ-
έοˉ[ς] ἐλά[σα]ντα[ς, τὰ δ’] ὀνύματα ταῦτα κολ-
άψαντ[ας ἐς] τὸ Ἀ[π]ολ[λ]όˉνιον καθθέμε-
10 ν, τὸ Διὸ[ς προ]γρά[ψα]ντες· τὸ δὲ χρυσίον
ἑξέˉκο[ντα τ]αλάντοˉν ἐ͂μεν.
Search Help
Contact Us