[ ]
Karpathos Isl. — Brykous — undated
[— — — — — — — — — — — — — — — —] | |
1 | [τοὺς ὑπ’ αὐτῶι] τεταγμένους εὐθα[ρσῶς] |
[․․․․․․․․]εου γενηθέντος συν[έπραξε τοὺς] | |
[μὲν ἐ]ναν[τ]ίους ἀποστάντας τᾶς ἐ[πιβολᾶς] | |
[ἀπράκτο]υς ἀ[π]ε[λ]θεῖν, ἁμὲ δὲ κινδυνεύον[τας] | |
5 | [μετὰ τ]έκνων καὶ γυναικῶν τυχεῖν σωτηρί[ας]· |
[τό τε] περιπόλιον διετήρησε τῶι δάμωι· ἔν τε | |
[στρατηγί]αις πάσαις φιλοδόξως ἀνέ- | |
[σ]τραπ[ται] κατὰ δύναμιν τὰν αὑτοῦ, τοῖς τε ἐν- | |
[τυγ]χά[ν]ουσι αὐτῶι τῶν πολιτᾶν καὶ τῶν παροί- | |
10 | [κω]ν εἰς πάντα τὰ καλῶς ἔχοντα αὑτὸν ἐπιδι- |
[δο]ὺς διατελεῖ· ὅπως οὖν καὶ ἁ κτοίνα ἁ Ποτι- | |
[δαι]έων φαίνηται εὐχάριστος οὖσα καὶ τιμοῦ- | |
σα τοὺς ἀξίους τῶν ἀνδρῶν καὶ παρεισχημέ- | |
νους χρείας ἐν ἀναγκαίοις καιροῖς, δεδό- | |
15 | χθαι τᾶι κτοίναι, ἐπαινέσαι καὶ στεφα[ν]ῶ- |
σαι χρυσέωι στεφάνωι ἀπὸ χρυσῶν δέκ[α] | |
Παμφιλίδαν Ἱέρωνος Καρπαθιοπολίταν | |
ἀρετᾶς ἕνεκα καὶ εὐνοίας ἃν ἔχων δια[τε]- | |
λεῖ εἰς τὰν κτοίναν τὰν Ποτιδαιέων, καλέ[σαι] | |
20 | δὲ αὐτὸν καὶ ἐπὶ ξένια εἰς τὸ ἱεροθυτεῖο[ν]· |
ὅ<π>ως δὲ καὶ στᾶλαι ἀγ<ο>[ρ]ασθῶντι δύο λ[ίθου] | |
λαρτίου εἰς ἃς ἀναγραφησεῖ τόδε τ[ὸ] | |
ψάφισμα, καὶ ἀνατεθῶντι μία μὲν ἐμ Π[ορ]- | |
θμῶι ἐν τῶι ἱερῶι τοῦ Ποσειδᾶνος, μία [δὲ] | |
25 | ἐν Ποτιδαίωι ἐν τῶ<ι> ἱερῶι τᾶς Ἀθάνας |
[τ]ᾶς Λ[ι]νδίας, δότω ὁ ταμίας τὸ γενόμενον | |
[τ]έλε[σ]μα εἴς τε τὸν στέφανον καὶ τὰς | |
[σ]τάλας· ἑλέσθαι δὲ καὶ ἄνδρα· ὁ δὲ αἱρεθεὶς | |
[π]οιησάσθω τὰν αἴτησιν τοῦ στεφάνου | |
30 | [κ]αὶ ἀνάθεσιν τᾶν σταλᾶν ἐν τῶι σύμπαντι |
[δ]άμωι. αἱρέθηι Θεμιστόλας Τελεσάνδρου | |
[Κα]ρπαθιοπολίτας. |