[ ]
Karpathos Isl. — Brykous — undated
| [— — — — — — — — — — — — — — — —] | |
| 1 | [τοὺς ὑπ’ αὐτῶι] τεταγμένους εὐθα[ρσῶς] |
| [․․․․․․․․]εου γενηθέντος συν[έπραξε τοὺς] | |
| [μὲν ἐ]ναν[τ]ίους ἀποστάντας τᾶς ἐ[πιβολᾶς] | |
| [ἀπράκτο]υς ἀ[π]ε[λ]θεῖν, ἁμὲ δὲ κινδυνεύον[τας] | |
| 5 | [μετὰ τ]έκνων καὶ γυναικῶν τυχεῖν σωτηρί[ας]· |
| [τό τε] περιπόλιον διετήρησε τῶι δάμωι· ἔν τε | |
| [στρατηγί]αις πάσαις φιλοδόξως ἀνέ- | |
| [σ]τραπ[ται] κατὰ δύναμιν τὰν αὑτοῦ, τοῖς τε ἐν- | |
| [τυγ]χά[ν]ουσι αὐτῶι τῶν πολιτᾶν καὶ τῶν παροί- | |
| 10 | [κω]ν εἰς πάντα τὰ καλῶς ἔχοντα αὑτὸν ἐπιδι- |
| [δο]ὺς διατελεῖ· ὅπως οὖν καὶ ἁ κτοίνα ἁ Ποτι- | |
| [δαι]έων φαίνηται εὐχάριστος οὖσα καὶ τιμοῦ- | |
| σα τοὺς ἀξίους τῶν ἀνδρῶν καὶ παρεισχημέ- | |
| νους χρείας ἐν ἀναγκαίοις καιροῖς, δεδό- | |
| 15 | χθαι τᾶι κτοίναι, ἐπαινέσαι καὶ στεφα[ν]ῶ- |
| σαι χρυσέωι στεφάνωι ἀπὸ χρυσῶν δέκ[α] | |
| Παμφιλίδαν Ἱέρωνος Καρπαθιοπολίταν | |
| ἀρετᾶς ἕνεκα καὶ εὐνοίας ἃν ἔχων δια[τε]- | |
| λεῖ εἰς τὰν κτοίναν τὰν Ποτιδαιέων, καλέ[σαι] | |
| 20 | δὲ αὐτὸν καὶ ἐπὶ ξένια εἰς τὸ ἱεροθυτεῖο[ν]· |
| ὅ<π>ως δὲ καὶ στᾶλαι ἀγ<ο>[ρ]ασθῶντι δύο λ[ίθου] | |
| λαρτίου εἰς ἃς ἀναγραφησεῖ τόδε τ[ὸ] | |
| ψάφισμα, καὶ ἀνατεθῶντι μία μὲν ἐμ Π[ορ]- | |
| θμῶι ἐν τῶι ἱερῶι τοῦ Ποσειδᾶνος, μία [δὲ] | |
| 25 | ἐν Ποτιδαίωι ἐν τῶ<ι> ἱερῶι τᾶς Ἀθάνας |
| [τ]ᾶς Λ[ι]νδίας, δότω ὁ ταμίας τὸ γενόμενον | |
| [τ]έλε[σ]μα εἴς τε τὸν στέφανον καὶ τὰς | |
| [σ]τάλας· ἑλέσθαι δὲ καὶ ἄνδρα· ὁ δὲ αἱρεθεὶς | |
| [π]οιησάσθω τὰν αἴτησιν τοῦ στεφάνου | |
| 30 | [κ]αὶ ἀνάθεσιν τᾶν σταλᾶν ἐν τῶι σύμπαντι |
| [δ]άμωι. αἱρέθηι Θεμιστόλας Τελεσάνδρου | |
| [Κα]ρπαθιοπολίτας. |