[ ] Rhodos Isl. — Lindos — after 2nd c. BC
[Λίνδιοι ἐτίμασαν (similiter)]
1 Ἀθανόδωρον Ἁγησ̣άνδρου
    καθ’ ὑοθεσίαν δὲ Διονυσίου
ἐπαίνωι, χρυσ̣[έ]ωι στεφάνωι
    καὶ  εἰκόνι  χαλκέαι ———
5 δεδώκαντι δὲ αὐτῶι καὶ ἀναγόρευσιν
τᾶνδε τᾶν τιμᾶν εἰς τὸν ἀεὶ χρόνον
   καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι
καὶ σίτησιν ἐν ἱεροθυτείωι καὶ στεφαναφορίαν
ἐν ταῖς παναγύρεσι καθ’ ἕκαστον ἐνιαυτὸν
10         αἷς ἄγοντι Λίνδιοι ——— καὶ
        τᾶν τι̣μᾶν ἀναγορεύσει
εὐσεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς
καὶ ἀρετᾶς καὶ εὐνοίας καὶ φιλοδοξίας
ἃν ἔχων διατελεῖ εἰς τὸ πλέθος {²⁶πλῆθος}²⁶ τὸ Λινδίω
15      καὶ εἰς τὸν σύνπαντα δᾶμον.
Search Help
Contact Us