[ ]
Rhodos Isl. — Lindos — after 2nd c. BC
| [Λίνδιοι ἐτίμασαν (similiter)] | |
| 1 | Ἀθανόδωρον Ἁγησ̣άνδρου |
| καθ’ ὑοθεσίαν δὲ Διονυσίου | |
| ἐπαίνωι, χρυσ̣[έ]ωι στεφάνωι | |
| καὶ εἰκόνι χαλκέαι ——— | |
| 5 | δεδώκαντι δὲ αὐτῶι καὶ ἀναγόρευσιν |
| τᾶνδε τᾶν τιμᾶν εἰς τὸν ἀεὶ χρόνον | |
| καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι | |
| καὶ σίτησιν ἐν ἱεροθυτείωι καὶ στεφαναφορίαν | |
| ἐν ταῖς παναγύρεσι καθ’ ἕκαστον ἐνιαυτὸν | |
| 10 | αἷς ἄγοντι Λίνδιοι ——— καὶ |
| τᾶν τι̣μᾶν ἀναγορεύσει | |
| εὐσεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς | |
| καὶ ἀρετᾶς καὶ εὐνοίας καὶ φιλοδοξίας | |
| ἃν ἔχων διατελεῖ εἰς τὸ πλέθος {²⁶πλῆθος}²⁶ τὸ Λινδίων | |
| 15 | καὶ εἰς τὸν σύνπαντα δᾶμον. |