[ ]
Rhodos Isl. — Ialysos — not after 3rd c. BC
1 | ἔδοξε τοῖς μαστροῖς καὶ Ἰαλυσίοις· |
Στράτης Ἀλκιμέδοντος εἶπε· | |
ὅπως τὸ ἱερὸν καὶ τὸ τέμενος | |
τᾶς Ἀλεκτρώνας εὐαγῆται κα- | |
5 | τὰ τὰ πάτρια, ἐπιμεληθήμειν |
τοὺς ἱεροταμίας, ὅπως στᾶλαι | |
ἐργασθέωντι τρεῖς λίθου λαρτ[ί]- | |
ου καὶ ἀναγραφῆι ἐς τὰς στάλα- | |
ς τό τε ψάφισμα τόδε καὶ ἃ οὐχ ὅ- | |
10 | σιόν ἐντι ἐκ τῶν νόμων ἐσφέ- |
ρειν οὐδὲ ἐσοδοιπορεῖν ἐς τὸ τέ- | |
μενος, καὶ τὰ ἐπιτίμια τῶ[ι] πράσ- | |
σοντι παρὰ τὸν νόμον· θ̣έμειν δὲ | |
τὰς στάλας μίαμ μὲν ἐπὶ τᾶς ἐσό- | |
15 | δου τᾶς ἐκ πόλιος ποτιπορευομέ- |
νοις, μίαν δὲ ὑπὲρ τὸ ἱστιατόριον, | |
ἄλλαν δὲ ἐπὶ τᾶς καταβάσιος τᾶ[ς] | |
ἐξ Ἀχαΐας πόλιος. | |
νόμος ἃ οὐχ ὅσιον ἐσίμειν οὐδὲ | |
20 | ἐσφέρειν ἐς τὸ ἱερὸν καὶ τὸ τέ- |
μενος τᾶς Ἀλεκτρώνας· μὴ ἐσί- | |
τω ἵππος ὄνος ἡμίονος γῖνος | |
μηδὲ ἄλλο λόφουρον μηθὲν μη- | |
δὲ ἐσαγέτω ἐς τὸ τέμενος μη- | |
25 | θεὶς τούτων μηθὲν μηδὲ ὑποδή- |
ματα ἐσφερέτω μηδὲ ὕειον μη- | |
θέν, ὅ,τι δέ κά τις παρὰ τὸν νόμον | |
ποιήσηι, τό τε ἱερὸν καὶ τὸ τέμενος | |
καθαιρέτω καὶ ἐπιρεζέτω, ἢ ἔνο- | |
30 | χος ἔστω τᾶι ἀσεβείαι· εἰ δέ κα |
πρόβατα ἐσβάληι, ἀποτεισάτω ὑ- | |
πὲρ ἑκάστου προβάτου ὀβολὸν | |
ὁ ἐσβαλών· ποταγγελλέτω δὲ | |
τὸν τούτων τι ποιεῦντα ὁ χρήι- | |
35 | ζων ἐς τοὺς μαστρούς. |