[ ]
Rhodos Isl. — Ialysos — not after 3rd c. BC
| 1 | ἔδοξε τοῖς μαστροῖς καὶ Ἰαλυσίοις· |
| Στράτης Ἀλκιμέδοντος εἶπε· | |
| ὅπως τὸ ἱερὸν καὶ τὸ τέμενος | |
| τᾶς Ἀλεκτρώνας εὐαγῆται κα- | |
| 5 | τὰ τὰ πάτρια, ἐπιμεληθήμειν |
| τοὺς ἱεροταμίας, ὅπως στᾶλαι | |
| ἐργασθέωντι τρεῖς λίθου λαρτ[ί]- | |
| ου καὶ ἀναγραφῆι ἐς τὰς στάλα- | |
| ς τό τε ψάφισμα τόδε καὶ ἃ οὐχ ὅ- | |
| 10 | σιόν ἐντι ἐκ τῶν νόμων ἐσφέ- |
| ρειν οὐδὲ ἐσοδοιπορεῖν ἐς τὸ τέ- | |
| μενος, καὶ τὰ ἐπιτίμια τῶ[ι] πράσ- | |
| σοντι παρὰ τὸν νόμον· θ̣έμειν δὲ | |
| τὰς στάλας μίαμ μὲν ἐπὶ τᾶς ἐσό- | |
| 15 | δου τᾶς ἐκ πόλιος ποτιπορευομέ- |
| νοις, μίαν δὲ ὑπὲρ τὸ ἱστιατόριον, | |
| ἄλλαν δὲ ἐπὶ τᾶς καταβάσιος τᾶ[ς] | |
| ἐξ Ἀχαΐας πόλιος. | |
| νόμος ἃ οὐχ ὅσιον ἐσίμειν οὐδὲ | |
| 20 | ἐσφέρειν ἐς τὸ ἱερὸν καὶ τὸ τέ- |
| μενος τᾶς Ἀλεκτρώνας· μὴ ἐσί- | |
| τω ἵππος ὄνος ἡμίονος γῖνος | |
| μηδὲ ἄλλο λόφουρον μηθὲν μη- | |
| δὲ ἐσαγέτω ἐς τὸ τέμενος μη- | |
| 25 | θεὶς τούτων μηθὲν μηδὲ ὑποδή- |
| ματα ἐσφερέτω μηδὲ ὕειον μη- | |
| θέν, ὅ,τι δέ κά τις παρὰ τὸν νόμον | |
| ποιήσηι, τό τε ἱερὸν καὶ τὸ τέμενος | |
| καθαιρέτω καὶ ἐπιρεζέτω, ἢ ἔνο- | |
| 30 | χος ἔστω τᾶι ἀσεβείαι· εἰ δέ κα |
| πρόβατα ἐσβάληι, ἀποτεισάτω ὑ- | |
| πὲρ ἑκάστου προβάτου ὀβολὸν | |
| ὁ ἐσβαλών· ποταγγελλέτω δὲ | |
| τὸν τούτων τι ποιεῦντα ὁ χρήι- | |
| 35 | ζων ἐς τοὺς μαστρούς. |