[ ]
Rhodos Isl. — Rhodos — 2nd c. BC — cf. Corrigenda, p. 207 — RIA 9 (1942) 16, III
a.face II | {²corona laurea sine lemniscis}² |
40 | [ἀ]ρχερανιστὰς Ἁλιαστᾶν καὶ Ἁλιαδᾶν |
[Δ]ιονυσόδωρος Ἀλεξανδρεύς, εὐεργέ- | |
τας, ἐπαινεθεὶς καὶ στεφανωθεὶς | |
ὑπὸ τοῦ κοινοῦ τοῦ Διονυσιαστᾶν | |
[ἐ]π’ ἀρετᾶι χρυσέωι στεφάνωι | |
45 | καὶ τιμαθεὶς εὐεργεσίαι καὶ ἀτελείαι |
πάντων καὶ στεφανωθεὶς ὑπὸ τῶν συν- | |
[ε]ρανιστᾶν τῶν εὐεργετηθέντων | |
ὑπ’ αὐτοῦ χρυσέοις στεφάνοις | |
δυσὶ ἐν τᾶι τῶν Βακχείων ὑποδο- | |
50 | χᾶι κατὰ τριετηρίδα, ἀνέθηκε |
τριετηρίσι καὶ τῶι κοινῶι. | |
b.face III | {²corona laurea lemniscata, corona populea}² |
74 | καὶ ἐπαινεθεὶς καὶ στεφανωθεὶς |
75 | ὑπὸ τοῦ κοινοῦ τοῦ Πανιαστᾶν |
θαλλοῦ στεφάνωι, καὶ στεφανωθεὶς | |
ἐπ’ ἀρετᾶι χρυσέωι στεφάνωι ἀπὸ | |
χρυσῶν δέκα καὶ στεφανωθεὶς | |
πρᾶτος λευκαίας στεφάνωι καὶ τιμ[α]- | |
80 | θεὶς εὐεργεσίαι καὶ ἀτελείαις δυσὶ |
πάντων καὶ ἀναγορεύσει τᾶν τιμᾶν | |
ἐπὶ τῶν τόπων εἰς τὸν ἀεὶ χρόνον | |
καὶ ἀρχερανιστήσας ἔτη δέκα ὀκτὼ | |
ἐπαύξησε τὸν ἔρανον. | |
c.face IV | {²corona oleagina lemniscata, corona laurea magna sine lemniscis}² |
105 | ἀρχερανιστὰς |
Διονυσόδωρος Ἀλεξανδρεύς, εὐεργέτας, | |
ἀρχερανιστήσας Ἁλιαστᾶν καὶ | |
Ἁλιαδᾶν ἔτη κηʹ ἑξὰν καὶ ἐπαυξήσας | |
τὸν ἔρανον ἐπαινέθη καὶ ἐστεφανώθη | |
110 | ὑπὸ τοῦ κοινοῦ τοῦ Ἁλιαστᾶν καὶ Ἁλιαδᾶν |
πρᾶτος θαλλοῦ στεφάνωι, καὶ | |
στεφανωθεὶς ἐπ’ ἀρετᾶι χρυσέωι | |
στεφάνωι καὶ τιμαθεὶς εὐεργεσίαι | |
καὶ ἀτελείαι πάντων, ἀνέθηκε | |
115 | [Διο]νύσωι Βακχείωι καὶ τῶι κοινῶι. |
d.face I.1 | [ἐ]π’ ἰερέως Δαμαινέτου, Διοσθύου δωδεκά- |
ται, Βουλαγόρας Ῥόδιος εἶπε· ἐπειδὴ | |
[Δ]ιονυσόδωρος Ἀλεξανδρεὺς εὐεργέτ[ας] | |
τοῦ κοινοῦ ἐρανίζων ἔτη τριάκοντα | |
5 | πέντε ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τ[ὸ] |
πλῆθος τὸ Ἁλιαδᾶν καὶ [Ἁλια]στᾶν, καὶ πο[λ]- | |
λὰς καὶ μεγάλας χρείας παρείσχηται τῶι κ[οι]- | |
νῶι· ὅπως οὖν καὶ Ἁλιάδαι καὶ Ἁλιασταὶ τοὺ[ς] | |
ἀγαθοὺς ἄνδρας καὶ ζῶντας καὶ μεταλλ[ά]- | |
10 | ξαντας τὸν βίον φαίνωνται τιμοῦντες κ[αὶ] |
καταξίας χάριτας ἀποδιδόντες τοῖς προα[ι]- | |
ρουμένοις εὐεργετεῖν τὸν ἔρανον καὶ καλ[ὰν] | |
[ἀ]πόδειξιν ἐμ πᾶσι πεποιημένοις· τύχαι | |
[ἀ]γαθᾶι δεδόχθαι τῶι κοινῶι τῶι Ἁλιαδᾶν κα[ὶ Ἀ]- | |
15 | λιαστᾶν, κυρωθεισᾶν τᾶνδε τᾶν τιμᾶν, ἐπα[ινέ]- |
σαι καὶ στεφανῶσαι Διονυσόδωρον Ἀλεξα[ν]- | |
δρῆ εὐεργέταν τοῦ κοινοῦ εἰς τὸν ἀεὶ χρόν[ον] | |
χρυσέωι στεφάνωι τῶι ἐκ τοῦ νόμου μεγίστω[ι]· | |
καὶ ὁ γραμματεὺς ἀναγραψάτω τὰ δόξαντα, | |
20 | ὁ δὲ ἀρχερανιστὰς καὶ τοὶ ἄρχοντες οἵ τε ἐν[ε]- |
στακότες καὶ οἱ μετὰ ταῦτα ἀεὶ αἱρούμενοι ἐπ[ι]- | |
μέλειαν ποιείσθωσαν, ὅπως ἐξαιρῆται αὐτῶ[ι] | |
εἰς στέφανον καθ’ ἑκάσταν σύνοδον τριώβολο[ν]· | |
ὑπαρχέτω δὲ αὐτῶι τὰ τίμια καὶ μεταλλάξα[ν]- | |
25 | τι τὸν βίον. καὶ ὅπως ἕκαστα γίνηται κατὰ τόδ[ε] |
τὸ ψάφισμα καὶ κατὰ τοὺς νόμους καὶ ἀναγο- | |
[ρ]εύηται ἁ στεφάνωσις αὐτοῦ ἐν ταῖς συνό- | |
δοις τᾶι δεύτερον ἁμέραι μετὰ τὰ ἱερά, ἐπιμέλει- | |
[α]ν ποιείσθων ὅ τε ἀρχερανιστὰς καὶ τοὶ ἄρχον- | |
30 | τες ἀεὶ τοὶ ἐν ἀρχᾶι ἐόντες. καὶ ὁ ἐπιστάτας τοῦ |
κοινοῦ ἢ ὁ ἱεροκᾶρυξ ἀναγορευέτω τὸ κάρυ- | |
γμα τόδε· "τὸ κοινὸν τὸ Ἁλιαδᾶν καὶ Ἁλιαστᾶν | |
ἐτίμασε εἰς τὸν ἀεὶ χρόνον Διονυσόδωρον | |
Ἀλεξανδρῆ εὐεργέταν τοῦ κοινοῦ ἐπαίνωι, | |
35 | χρυσέωι στεφάνωι, δίδωτι δὲ αὐτῶι τὰς τι- |
μὰς καὶ ζῶντι καὶ μεταλλάξαντι τὸν βίον | |
ἀρετᾶς ἕνεκα καὶ εὐνοίας, ἇν ἔχων διατελεῖ | |
εἴς τε τὰ κοινὰ καὶ τοὺς αὐτοῦ ἐρανιστάς". ἐπε[ὶ] | |
δέ κα μεταλλάξῃ τὸν βίον, τὸ ἐξαιρούμενον | |
face II.52 | αὐτῶι εἰς τὸν στέφανον εἰς τὸν ἀ- |
εὶ χρόνον λανβανόντω ὅ τε ἀρχε- | |
ρανιστὰς καὶ τοὶ λογισταὶ καὶ ὁ ἐπι- | |
55 | στάτας, οἵ κα ἀεὶ ἐν ἀρχᾶι ἔωντι· καὶ |
πριάσθων στέφανον καὶ διλήμνιον | |
καὶ ἀναγορεύσαντες τᾶι δεύτερον | |
ἁμέραι τᾶν συνόδων ἀποδόσθων κα[ὶ] | |
[τ]ὸ εὑρὸν καταβαλέτω εἰς τὸ κοινὸν | |
60 | ὁ ἐπιστάτας ἐν τῶι συλλόγωι ἐν τῶι |
ἐχομένωι μηνὶ τᾶν συνόδων, καὶ ὁ | |
γραμματεὺς ἀναγραψάτω εἰς τοὺς | |
ἀπολόγους· "Διονυσοδώρου εὐεργέ- | |
τα στεφανωθέντος χρυσέωι στε- | |
65 | φάνωι εἰς τὸν ἀεὶ χρόνον, στεφάνου |
τοῦ πραθέντος". ὑπάρχειν δὲ αὐτῶι | |
τὰν ἀναγόρευσιν καὶ στεφάνωσιν | |
καὶ ἐπὶ τῶν τάφων ἐμ μηνὶ Ὑακινθί- | |
ωι καὶ μεταλλάξαντι τὸν βίον, καὶ | |
70 | ποείσθων τὰν ἐπιμέλειαν ὁμοίως |
ὅ τε ἀρχερανιστὰς καὶ τοὶ ἄρχοντες | |
οἱ μετὰ ταῦτα ἀεὶ αἱρούμενοι· τὸ δὲ ἐ- | |
ξαιρούμενον αὐτῶι ἐν τῶι μηνὶ | |
face III.85 | τῶι Ὑακινθίωι εἰς στέφανον εἰς τὸν ἀεὶ χρόνον |
καταχρείσθων τοὶ ἄρχοντες καθ’ ἕκαστον | |
ἐνιαυτὸν εἰς τὸν στέφανον τὸν ἀναγορευό- | |
μενον ἐπὶ τάφοις μεταλλάξαντος αὐτοῦ | |
τὸν βίον, καὶ στεφανούντω αὐτοῦ τὸ μναμεῖον. | |
90 | ὅτι δέ κα μὴ ποιήσωντι κατὰ τόδε τὸ ψάφισμα οἷς |
ἕκαστα ποτιτέτακται, ὀφειλέτω τῶι κοινῶι ὁ μὴ | |
πράξας τι τῶν γεγραμμένων δραχμὰς ἑκατόν, | |
ἔνοχος δ’ ἔστω καὶ τῶι νόμωι <ὃ>ς κεῖται, εἴ τίς κα | |
κοινὸν ἀδικῇ, καὶ ἐξέστω τῶι χρήζ<ο>ντι τῶν [ἐ]- | |
95 | ρανιστᾶν ἀπογράψαι αὐτὸν τὸ ἐπιτίμιον. τ[ὸ] |
δὲ ψάφισμα τόδ[ε κ]ύριον ἔστω εἰς τὸν ἀεὶ χρό- | |
νον, καὶ μὴ ἐξέστω μήτε ἄρχοντι μήτε ἰδι- | |
ώται μήτε κινεῖν μήτε γνώμαν γράψασθαι | |
μήτε τοῖς ἄρχουσι προτιθέμειν, ὡς δεῖ τὰς δ[ε]- | |
100 | δομένας τιμὰς Διονυσοδώρωι ἀκύρους εἴμ- |
μειν· ἢ ὁ γράψας ἢ ὁ προθεὶς ἀποτεισάτω τὸ γε- | |
γραμμένον ἐπιτίμιον δραχμὰς ἑκατόν, καὶ ἁ γνώμ[α] | |
[α]ὐτοῦ ἄκυρος ἔστω, καὶ ἔνοχος ἔστω τῶι νό- | |
μωι τῶι ἀκινήτωι. | |
e.face IV.116 | καὶ τιμαθεὶς εἰς τὸν ἀεὶ χρόνον |
ἐπαίνωι, χρυσέωι στεφάνωι | |
[κ]αὶ λευκαίας στεφάνωι κα[ὶ] | |
ἀναγορεύσει τᾶν τιμᾶν | |
120 | ἐν ταῖς συνόδοις καὶ ταῖς |
ἐπιχύσεσι ἐπὶ τῶν τόπων | |
εἰς τὸν ἀεὶ χρόνον. |