[ ] Rhodos Isl. — Rhodos — 2nd c. BC — cf. Corrigenda, p. 207 — RIA 9 (1942) 16, III
a.face II  {²corona laurea sine lemniscis
40 [ἀ]ρχερανιστὰς Ἁλιαστᾶν καὶ Ἁλιαδᾶν
[Δ]ιονυσόδωρος Ἀλεξανδρεύς, εὐεργέ-
τας, ἐπαινεθεὶς καὶ στεφανωθεὶς
ὑπὸ τοῦ κοινοῦ τοῦ Διονυσιαστᾶν
[ἐ]π’ ἀρετᾶι χρυσέωι στεφάνωι
45 καὶ τιμαθεὶς εὐεργεσίαι καὶ ἀτελείαι
πάντων καὶ στεφανωθεὶς ὑπὸ τῶν συν-
[ε]ρανιστᾶν τῶν εὐεργετηθέντων
 ὑπ’ αὐτοῦ χρυσέοις στεφάνοις
 δυσὶ ἐν τᾶι τῶν Βακχείων ὑποδο-
50  χᾶι κατὰ τριετηρίδα, ἀνέθηκε
 τριετηρίσι καὶ τῶι κοινῶι.
b.face III corona laurea lemniscata, corona populea
74 καὶ ἐπαινεθεὶς καὶ στεφανωθεὶς
75  ὑπὸ τοῦ κοινοῦ τοῦ Πανιαστᾶν
θαλλοῦ στεφάνωι, καὶ στεφανωθεὶς
ἐπ’ ἀρετᾶι χρυσέωι στεφάνωι ἀπὸ
χρυσῶν δέκα καὶ στεφανωθεὶς
πρᾶτος λευκαίας στεφάνωι καὶ τιμ[α]-
80 θεὶς εὐεργεσίαι καὶ ἀτελείαις δυσὶ
 πάντων καὶ ἀναγορεύσει τᾶν τιμᾶν
 ἐπὶ τῶν τόπων εἰς τὸν ἀεὶ χρόνον
καὶ ἀρχερανιστήσας ἔτη δέκα ὀκτὼ
 ἐπαύξησε τὸν ἔρανον.
c.face IV corona oleagina lemniscata, corona laurea magna sine lemniscis
105        ἀρχερανιστὰς
Διονυσόδωρος Ἀλεξανδρεύς, εὐεργέτας,
ἀρχερανιστήσας Ἁλιαστᾶν καὶ
Ἁλιαδᾶν ἔτη κηʹ ἑξὰν καὶ ἐπαυξήσας
τὸν ἔρανον ἐπαινέθη καὶ ἐστεφανώθη
110 ὑπὸ τοῦ κοινοῦ τοῦ Ἁλιαστᾶν καὶ Ἁλιαδᾶν
πρᾶτος θαλλοῦ στεφάνωι,  καὶ
στεφανωθεὶς ἐπ’ ἀρετᾶι χρυσέωι
στεφάνωι καὶ τιμαθεὶς εὐεργεσίαι
καὶ ἀτελείαι πάντων, ἀνέθηκε
115 [Διο]νύσωι Βακχείωι καὶ τῶι κοινῶι.
d.face I.1 [ἐ]π’ ἰερέως Δαμαινέτου, Διοσθύου δωδεκά-
ται, Βουλαγόρας Ῥόδιος εἶπε· ἐπειδὴ
[Δ]ιονυσόδωρος Ἀλεξανδρεὺς εὐεργέτ[ας]
τοῦ κοινοῦ ἐρανίζων ἔτη τριάκοντα
5 πέντε ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τ[ὸ]
πλῆθος τὸ Ἁλιαδᾶν καὶ [Ἁλια]στᾶν, καὶ πο[λ]-
λὰς καὶ μεγάλας χρείας παρείσχηται τῶι κ[οι]-
νῶι· ὅπως οὖν καὶ Ἁλιάδαι καὶ Ἁλιασταὶ τοὺ[ς]
ἀγαθοὺς ἄνδρας καὶ ζῶντας καὶ μεταλλ[ά]-
10 ξαντας τὸν βίον φαίνωνται τιμοῦντες κ[αὶ]
καταξίας χάριτας ἀποδιδόντες τοῖς προα[ι]-
ρουμένοις εὐεργετεῖν τὸν ἔρανον καὶ καλ[ὰν]
[ἀ]πόδειξιν ἐμ πᾶσι πεποιημένοις· τύχαι
[ἀ]γαθᾶι δεδόχθαι τῶι κοινῶι τῶι Ἁλιαδᾶν κα[ὶ Ἀ]-
15 λιαστᾶν, κυρωθεισᾶν τᾶνδε τᾶν τιμᾶν, ἐπα[ινέ]-
σαι καὶ στεφανῶσαι Διονυσόδωρον Ἀλεξα[ν]-
δρῆ εὐεργέταν τοῦ κοινοῦ εἰς τὸν ἀεὶ χρόν[ον]
χρυσέωι στεφάνωι τῶι ἐκ τοῦ νόμου μεγίστω[ι]·
καὶ ὁ γραμματεὺς ἀναγραψάτω τὰ δόξαντα,
20 ὁ δὲ ἀρχερανιστὰς καὶ τοὶ ἄρχοντες οἵ τε ἐν[ε]-
στακότες καὶ οἱ μετὰ ταῦτα ἀεὶ αἱρούμενοι ἐπ[ι]-
μέλειαν ποιείσθωσαν, ὅπως ἐξαιρῆται αὐτῶ[ι]
εἰς στέφανον καθ’ ἑκάσταν σύνοδον τριώβολο[ν]·
ὑπαρχέτω δὲ αὐτῶι τὰ τίμια καὶ μεταλλάξα[ν]-
25 τι τὸν βίον. καὶ ὅπως ἕκαστα γίνηται κατὰ τόδ[ε]
τὸ ψάφισμα καὶ κατὰ τοὺς νόμους καὶ ἀναγο-
[ρ]εύηται ἁ στεφάνωσις αὐτοῦ ἐν ταῖς συνό-
δοις τᾶι δεύτερον ἁμέραι μετὰ τὰ ἱερά, ἐπιμέλει-
[α]ν ποιείσθων ὅ τε ἀρχερανιστὰς καὶ τοὶ ἄρχον-
30 τες ἀεὶ τοὶ ἐν ἀρχᾶι ἐόντες. καὶ ὁ ἐπιστάτας τοῦ
κοινοῦ ἢ ὁ ἱεροκᾶρυξ ἀναγορευέτω τὸ κάρυ-
γμα τόδε· "τὸ κοινὸν τὸ Ἁλιαδᾶν καὶ Ἁλιαστᾶν
ἐτίμασε εἰς τὸν ἀεὶ χρόνον Διονυσόδωρον
Ἀλεξανδρῆ εὐεργέταν τοῦ κοινοῦ ἐπαίνωι,
35 χρυσέωι στεφάνωι, δίδωτι δὲ αὐτῶι τὰς τι-
μὰς καὶ ζῶντι καὶ μεταλλάξαντι τὸν βίον
ἀρετᾶς ἕνεκα καὶ εὐνοίας, ἇν ἔχων διατελεῖ
εἴς τε τὰ κοινὰ καὶ τοὺς αὐτοῦ ἐρανιστάς". ἐπε[ὶ]
δέ κα μεταλλάξῃ τὸν βίον, τὸ ἐξαιρούμενον
face II.52 αὐτῶι εἰς τὸν στέφανον εἰς τὸν ἀ-
εὶ χρόνον λανβανόντω ὅ τε ἀρχε-
ρανιστὰς καὶ τοὶ λογισταὶ καὶ ὁ ἐπι-
55 στάτας, οἵ κα ἀεὶ ἐν ἀρχᾶι ἔωντι· καὶ
πριάσθων στέφανον καὶ διλήμνιον
καὶ ἀναγορεύσαντες τᾶι δεύτερον
ἁμέραι τᾶν συνόδων ἀποδόσθων κα[ὶ]
[τ]ὸ εὑρὸν καταβαλέτω εἰς τὸ κοινὸν
60 ὁ ἐπιστάτας ἐν τῶι συλλόγωι ἐν τῶι
ἐχομένωι μηνὶ τᾶν συνόδων, καὶ ὁ
γραμματεὺς ἀναγραψάτω εἰς τοὺς
ἀπολόγους· "Διονυσοδώρου εὐεργέ-
τα στεφανωθέντος χρυσέωι στε-
65 φάνωι εἰς τὸν ἀεὶ χρόνον, στεφάνου
τοῦ πραθέντος". ὑπάρχειν δὲ αὐτῶι
τὰν ἀναγόρευσιν καὶ στεφάνωσιν
καὶ ἐπὶ τῶν τάφων ἐμ μηνὶ Ὑακινθί-
ωι καὶ μεταλλάξαντι τὸν βίον, καὶ
70 ποείσθων τὰν ἐπιμέλειαν ὁμοίως
ὅ τε ἀρχερανιστὰς καὶ τοὶ ἄρχοντες
οἱ μετὰ ταῦτα ἀεὶ αἱρούμενοι· τὸ δὲ ἐ-
ξαιρούμενον αὐτῶι ἐν τῶι μηνὶ
face III.85 τῶι Ὑακινθίωι εἰς στέφανον εἰς τὸν ἀεὶ χρόνον
καταχρείσθων τοὶ ἄρχοντες καθ’ ἕκαστον
ἐνιαυτὸν εἰς τὸν στέφανον τὸν ἀναγορευό-
μενον ἐπὶ τάφοις μεταλλάξαντος αὐτοῦ
τὸν βίον, καὶ στεφανούντω αὐτοῦ τὸ μναμεῖον.
90 ὅτι δέ κα μὴ ποιήσωντι κατὰ τόδε τὸ ψάφισμα οἷς
ἕκαστα ποτιτέτακται, ὀφειλέτω τῶι κοινῶι ὁ μὴ
πράξας τι τῶν γεγραμμένων δραχμὰς ἑκατόν,
ἔνοχος δ’ ἔστω καὶ τῶι νόμωι <ὃ>ς κεῖται, εἴ τίς κα
κοινὸν ἀδικῇ, καὶ ἐξέστω τῶι χρήζ<ο>ντι τῶν [ἐ]-
95 ρανιστᾶν ἀπογράψαι αὐτὸν τὸ ἐπιτίμιον. τ[ὸ]
δὲ ψάφισμα τόδ[ε κ]ύριον ἔστω εἰς τὸν ἀεὶ χρό-
νον, καὶ μὴ ἐξέστω μήτε ἄρχοντι μήτε ἰδι-
ώται μήτε κινεῖν μήτε γνώμαν γράψασθαι
μήτε τοῖς ἄρχουσι προτιθέμειν, ὡς δεῖ τὰς δ[ε]-
100 δομένας τιμὰς Διονυσοδώρωι ἀκύρους εἴμ-
μειν· ἢ ὁ γράψας ἢ ὁ προθεὶς ἀποτεισάτω τὸ γε-
γραμμένον ἐπιτίμιον δραχμὰς ἑκατόν, καὶ ἁ γνώμ[α]
[α]ὐτοῦ ἄκυρος ἔστω, καὶ ἔνοχος ἔστω τῶι νό-
        μωι τῶι ἀκινήτωι.
e.face IV.116 καὶ τιμαθεὶς εἰς τὸν ἀεὶ χρόνον
ἐπαίνωι, χρυσέωι στεφάνωι
[κ]αὶ λευκαίας στεφάνωι κα[ὶ]
ἀναγορεύσει τᾶν τιμᾶν
120 ἐν ταῖς συνόδοις  καὶ ταῖς
ἐπιχύσεσι ἐπὶ τῶν τόπων
εἰς τὸν ἀεὶ χρόνον.
Search Help
Contact Us