[ ]
Rhodos Isl. — Rhodos — 2nd c. BC — cf. Corrigenda, p. 207 — RIA 9 (1942) 16, III
| a.face II | {²corona laurea sine lemniscis}² |
| 40 | [ἀ]ρχερανιστὰς Ἁλιαστᾶν καὶ Ἁλιαδᾶν |
| [Δ]ιονυσόδωρος Ἀλεξανδρεύς, εὐεργέ- | |
| τας, ἐπαινεθεὶς καὶ στεφανωθεὶς | |
| ὑπὸ τοῦ κοινοῦ τοῦ Διονυσιαστᾶν | |
| [ἐ]π’ ἀρετᾶι χρυσέωι στεφάνωι | |
| 45 | καὶ τιμαθεὶς εὐεργεσίαι καὶ ἀτελείαι |
| πάντων καὶ στεφανωθεὶς ὑπὸ τῶν συν- | |
| [ε]ρανιστᾶν τῶν εὐεργετηθέντων | |
| ὑπ’ αὐτοῦ χρυσέοις στεφάνοις | |
| δυσὶ ἐν τᾶι τῶν Βακχείων ὑποδο- | |
| 50 | χᾶι κατὰ τριετηρίδα, ἀνέθηκε |
| τριετηρίσι καὶ τῶι κοινῶι. | |
| b.face III | {²corona laurea lemniscata, corona populea}² |
| 74 | καὶ ἐπαινεθεὶς καὶ στεφανωθεὶς |
| 75 | ὑπὸ τοῦ κοινοῦ τοῦ Πανιαστᾶν |
| θαλλοῦ στεφάνωι, καὶ στεφανωθεὶς | |
| ἐπ’ ἀρετᾶι χρυσέωι στεφάνωι ἀπὸ | |
| χρυσῶν δέκα καὶ στεφανωθεὶς | |
| πρᾶτος λευκαίας στεφάνωι καὶ τιμ[α]- | |
| 80 | θεὶς εὐεργεσίαι καὶ ἀτελείαις δυσὶ |
| πάντων καὶ ἀναγορεύσει τᾶν τιμᾶν | |
| ἐπὶ τῶν τόπων εἰς τὸν ἀεὶ χρόνον | |
| καὶ ἀρχερανιστήσας ἔτη δέκα ὀκτὼ | |
| ἐπαύξησε τὸν ἔρανον. | |
| c.face IV | {²corona oleagina lemniscata, corona laurea magna sine lemniscis}² |
| 105 | ἀρχερανιστὰς |
| Διονυσόδωρος Ἀλεξανδρεύς, εὐεργέτας, | |
| ἀρχερανιστήσας Ἁλιαστᾶν καὶ | |
| Ἁλιαδᾶν ἔτη κηʹ ἑξὰν καὶ ἐπαυξήσας | |
| τὸν ἔρανον ἐπαινέθη καὶ ἐστεφανώθη | |
| 110 | ὑπὸ τοῦ κοινοῦ τοῦ Ἁλιαστᾶν καὶ Ἁλιαδᾶν |
| πρᾶτος θαλλοῦ στεφάνωι, καὶ | |
| στεφανωθεὶς ἐπ’ ἀρετᾶι χρυσέωι | |
| στεφάνωι καὶ τιμαθεὶς εὐεργεσίαι | |
| καὶ ἀτελείαι πάντων, ἀνέθηκε | |
| 115 | [Διο]νύσωι Βακχείωι καὶ τῶι κοινῶι. |
| d.face I.1 | [ἐ]π’ ἰερέως Δαμαινέτου, Διοσθύου δωδεκά- |
| ται, Βουλαγόρας Ῥόδιος εἶπε· ἐπειδὴ | |
| [Δ]ιονυσόδωρος Ἀλεξανδρεὺς εὐεργέτ[ας] | |
| τοῦ κοινοῦ ἐρανίζων ἔτη τριάκοντα | |
| 5 | πέντε ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τ[ὸ] |
| πλῆθος τὸ Ἁλιαδᾶν καὶ [Ἁλια]στᾶν, καὶ πο[λ]- | |
| λὰς καὶ μεγάλας χρείας παρείσχηται τῶι κ[οι]- | |
| νῶι· ὅπως οὖν καὶ Ἁλιάδαι καὶ Ἁλιασταὶ τοὺ[ς] | |
| ἀγαθοὺς ἄνδρας καὶ ζῶντας καὶ μεταλλ[ά]- | |
| 10 | ξαντας τὸν βίον φαίνωνται τιμοῦντες κ[αὶ] |
| καταξίας χάριτας ἀποδιδόντες τοῖς προα[ι]- | |
| ρουμένοις εὐεργετεῖν τὸν ἔρανον καὶ καλ[ὰν] | |
| [ἀ]πόδειξιν ἐμ πᾶσι πεποιημένοις· τύχαι | |
| [ἀ]γαθᾶι δεδόχθαι τῶι κοινῶι τῶι Ἁλιαδᾶν κα[ὶ Ἀ]- | |
| 15 | λιαστᾶν, κυρωθεισᾶν τᾶνδε τᾶν τιμᾶν, ἐπα[ινέ]- |
| σαι καὶ στεφανῶσαι Διονυσόδωρον Ἀλεξα[ν]- | |
| δρῆ εὐεργέταν τοῦ κοινοῦ εἰς τὸν ἀεὶ χρόν[ον] | |
| χρυσέωι στεφάνωι τῶι ἐκ τοῦ νόμου μεγίστω[ι]· | |
| καὶ ὁ γραμματεὺς ἀναγραψάτω τὰ δόξαντα, | |
| 20 | ὁ δὲ ἀρχερανιστὰς καὶ τοὶ ἄρχοντες οἵ τε ἐν[ε]- |
| στακότες καὶ οἱ μετὰ ταῦτα ἀεὶ αἱρούμενοι ἐπ[ι]- | |
| μέλειαν ποιείσθωσαν, ὅπως ἐξαιρῆται αὐτῶ[ι] | |
| εἰς στέφανον καθ’ ἑκάσταν σύνοδον τριώβολο[ν]· | |
| ὑπαρχέτω δὲ αὐτῶι τὰ τίμια καὶ μεταλλάξα[ν]- | |
| 25 | τι τὸν βίον. καὶ ὅπως ἕκαστα γίνηται κατὰ τόδ[ε] |
| τὸ ψάφισμα καὶ κατὰ τοὺς νόμους καὶ ἀναγο- | |
| [ρ]εύηται ἁ στεφάνωσις αὐτοῦ ἐν ταῖς συνό- | |
| δοις τᾶι δεύτερον ἁμέραι μετὰ τὰ ἱερά, ἐπιμέλει- | |
| [α]ν ποιείσθων ὅ τε ἀρχερανιστὰς καὶ τοὶ ἄρχον- | |
| 30 | τες ἀεὶ τοὶ ἐν ἀρχᾶι ἐόντες. καὶ ὁ ἐπιστάτας τοῦ |
| κοινοῦ ἢ ὁ ἱεροκᾶρυξ ἀναγορευέτω τὸ κάρυ- | |
| γμα τόδε· "τὸ κοινὸν τὸ Ἁλιαδᾶν καὶ Ἁλιαστᾶν | |
| ἐτίμασε εἰς τὸν ἀεὶ χρόνον Διονυσόδωρον | |
| Ἀλεξανδρῆ εὐεργέταν τοῦ κοινοῦ ἐπαίνωι, | |
| 35 | χρυσέωι στεφάνωι, δίδωτι δὲ αὐτῶι τὰς τι- |
| μὰς καὶ ζῶντι καὶ μεταλλάξαντι τὸν βίον | |
| ἀρετᾶς ἕνεκα καὶ εὐνοίας, ἇν ἔχων διατελεῖ | |
| εἴς τε τὰ κοινὰ καὶ τοὺς αὐτοῦ ἐρανιστάς". ἐπε[ὶ] | |
| δέ κα μεταλλάξῃ τὸν βίον, τὸ ἐξαιρούμενον | |
| face II.52 | αὐτῶι εἰς τὸν στέφανον εἰς τὸν ἀ- |
| εὶ χρόνον λανβανόντω ὅ τε ἀρχε- | |
| ρανιστὰς καὶ τοὶ λογισταὶ καὶ ὁ ἐπι- | |
| 55 | στάτας, οἵ κα ἀεὶ ἐν ἀρχᾶι ἔωντι· καὶ |
| πριάσθων στέφανον καὶ διλήμνιον | |
| καὶ ἀναγορεύσαντες τᾶι δεύτερον | |
| ἁμέραι τᾶν συνόδων ἀποδόσθων κα[ὶ] | |
| [τ]ὸ εὑρὸν καταβαλέτω εἰς τὸ κοινὸν | |
| 60 | ὁ ἐπιστάτας ἐν τῶι συλλόγωι ἐν τῶι |
| ἐχομένωι μηνὶ τᾶν συνόδων, καὶ ὁ | |
| γραμματεὺς ἀναγραψάτω εἰς τοὺς | |
| ἀπολόγους· "Διονυσοδώρου εὐεργέ- | |
| τα στεφανωθέντος χρυσέωι στε- | |
| 65 | φάνωι εἰς τὸν ἀεὶ χρόνον, στεφάνου |
| τοῦ πραθέντος". ὑπάρχειν δὲ αὐτῶι | |
| τὰν ἀναγόρευσιν καὶ στεφάνωσιν | |
| καὶ ἐπὶ τῶν τάφων ἐμ μηνὶ Ὑακινθί- | |
| ωι καὶ μεταλλάξαντι τὸν βίον, καὶ | |
| 70 | ποείσθων τὰν ἐπιμέλειαν ὁμοίως |
| ὅ τε ἀρχερανιστὰς καὶ τοὶ ἄρχοντες | |
| οἱ μετὰ ταῦτα ἀεὶ αἱρούμενοι· τὸ δὲ ἐ- | |
| ξαιρούμενον αὐτῶι ἐν τῶι μηνὶ | |
| face III.85 | τῶι Ὑακινθίωι εἰς στέφανον εἰς τὸν ἀεὶ χρόνον |
| καταχρείσθων τοὶ ἄρχοντες καθ’ ἕκαστον | |
| ἐνιαυτὸν εἰς τὸν στέφανον τὸν ἀναγορευό- | |
| μενον ἐπὶ τάφοις μεταλλάξαντος αὐτοῦ | |
| τὸν βίον, καὶ στεφανούντω αὐτοῦ τὸ μναμεῖον. | |
| 90 | ὅτι δέ κα μὴ ποιήσωντι κατὰ τόδε τὸ ψάφισμα οἷς |
| ἕκαστα ποτιτέτακται, ὀφειλέτω τῶι κοινῶι ὁ μὴ | |
| πράξας τι τῶν γεγραμμένων δραχμὰς ἑκατόν, | |
| ἔνοχος δ’ ἔστω καὶ τῶι νόμωι <ὃ>ς κεῖται, εἴ τίς κα | |
| κοινὸν ἀδικῇ, καὶ ἐξέστω τῶι χρήζ<ο>ντι τῶν [ἐ]- | |
| 95 | ρανιστᾶν ἀπογράψαι αὐτὸν τὸ ἐπιτίμιον. τ[ὸ] |
| δὲ ψάφισμα τόδ[ε κ]ύριον ἔστω εἰς τὸν ἀεὶ χρό- | |
| νον, καὶ μὴ ἐξέστω μήτε ἄρχοντι μήτε ἰδι- | |
| ώται μήτε κινεῖν μήτε γνώμαν γράψασθαι | |
| μήτε τοῖς ἄρχουσι προτιθέμειν, ὡς δεῖ τὰς δ[ε]- | |
| 100 | δομένας τιμὰς Διονυσοδώρωι ἀκύρους εἴμ- |
| μειν· ἢ ὁ γράψας ἢ ὁ προθεὶς ἀποτεισάτω τὸ γε- | |
| γραμμένον ἐπιτίμιον δραχμὰς ἑκατόν, καὶ ἁ γνώμ[α] | |
| [α]ὐτοῦ ἄκυρος ἔστω, καὶ ἔνοχος ἔστω τῶι νό- | |
| μωι τῶι ἀκινήτωι. | |
| e.face IV.116 | καὶ τιμαθεὶς εἰς τὸν ἀεὶ χρόνον |
| ἐπαίνωι, χρυσέωι στεφάνωι | |
| [κ]αὶ λευκαίας στεφάνωι κα[ὶ] | |
| ἀναγορεύσει τᾶν τιμᾶν | |
| 120 | ἐν ταῖς συνόδοις καὶ ταῖς |
| ἐπιχύσεσι ἐπὶ τῶν τόπων | |
| εἰς τὸν ἀεὶ χρόνον. |