[ ] Rhodos Isl. — Rhodos — reign of Titus
See also:
1     Ἑρμαγόραν Φαινίππου Κλάσιον
πάντα πράξαντα καὶ συνβουλεύσαντα
τῷ δάμῳ τὰ συνφέροντα τᾷ πατρίδι {τὰ} ἐν τῷ τᾶς
πρυτανείας χρόνῳ καὶ διαδειξάμενον
5 ἃν ἔχει ἁ πόλις ποτί τε τὸν Αὐτοκράτορα
Τίτον Φλαούιον Καίσαρα Σεβαστὸν Οὐεσ-
πασιανὸν καὶ τὸν σύνπαντα οἶκον αὐτοῦ καὶ
τὰν ἱερὰν σύνκλητον καὶ τὸν δᾶμον τὸν Ῥωμαί-
ων εὔνοιαν καὶ πίστιν, καὶ τυχόντα τῶν καλλίσ-
10 των γραμμάτων ἀπὸ τοῦ θεοῦ Σεβαστοῦ ἐν
τῷ τᾶς πρυτανείας καιρῷ, καὶ διὰ τὰν ποτὶ τὰν πατρί-
δα εὔνοιαν ποτιτάξαντος τοῦ δάμου καὶ τειμὰς αὐτοῦ
εἰσγραφήμειν, καὶ ταμιεύσαντα καὶ στεφανωθέντα ὑπὸ τᾶν
βουλᾶν πλεονάκις χρυσέοις στεφάνοις καὶ ἀνδριάν-
15 των καὶ προσώπων ἀργυρέων ἀναθέσεσι· καὶ ἱεροταμι-
εύσαντα Λινδίων δὶς καὶ τιμαθέντα ὑπ’ αὐτῶν μετὰ
τοῦ υἱοῦ Φιλίππου πάσαις ταῖς τειμαῖς καὶ τυχόντα τῶν
παρ’ αὐτοῖς καλλίστων ψαφισμάτων πλεονάκις καὶ ἀν<δρ>[ι]-
άντων ἀναθεσίων· καὶ νεικήσαντα Ἅλεια ἵππῳ στ[— — — —]
20 καὶ στρατευσάμενον ἐν τριημιολίᾳ ᾇ ὄνομα Εὐδ[․․․․․]
τα καὶ στεφανωθέντα ὑπὸ ἀμφοτέρων [π]ο[λίων]
πλεονάκις καὶ ὑπὸ Λινδίων καὶ Ἰαλυσίων [καὶ]
[ὑπὸ τοῦ δ]άμ[ου τ]οῦ Ἀμίων Δρακωνειτ̣[ᾶν(?)]
[ἁ δεῖνα Ἑ]ρμαγόρα Κλασία τὸν π<α>[τέρα].
Search Help
Contact Us