| 1 | Ἑρμαγόραν Φαινίππου Κλάσιον |
| πάντα πράξαντα καὶ συνβουλεύσαντα | |
| τῷ δάμῳ τὰ συνφέροντα τᾷ πατρίδι {τὰ} ἐν τῷ τᾶς | |
| πρυτανείας χρόνῳ καὶ διαδειξάμενον | |
| 5 | ἃν ἔχει ἁ πόλις ποτί τε τὸν Αὐτοκράτορα |
| Τίτον Φλαούιον Καίσαρα Σεβαστὸν Οὐεσ- | |
| πασιανὸν καὶ τὸν σύνπαντα οἶκον αὐτοῦ καὶ | |
| τὰν ἱερὰν σύνκλητον καὶ τὸν δᾶμον τὸν Ῥωμαί- | |
| ων εὔνοιαν καὶ πίστιν, καὶ τυχόντα τῶν καλλίσ- | |
| 10 | των γραμμάτων ἀπὸ τοῦ θεοῦ Σεβαστοῦ ἐν |
| τῷ τᾶς πρυτανείας καιρῷ, καὶ διὰ τὰν ποτὶ τὰν πατρί- | |
| δα εὔνοιαν ποτιτάξαντος τοῦ δάμου καὶ τειμὰς αὐτοῦ | |
| εἰσγραφήμειν, καὶ ταμιεύσαντα καὶ στεφανωθέντα ὑπὸ τᾶν | |
| βουλᾶν πλεονάκις χρυσέοις στεφάνοις καὶ ἀνδριάν- | |
| 15 | των καὶ προσώπων ἀργυρέων ἀναθέσεσι· καὶ ἱεροταμι- |
| εύσαντα Λινδίων δὶς καὶ τιμαθέντα ὑπ’ αὐτῶν μετὰ | |
| τοῦ υἱοῦ Φιλίππου πάσαις ταῖς τειμαῖς καὶ τυχόντα τῶν | |
| παρ’ αὐτοῖς καλλίστων ψαφισμάτων πλεονάκις καὶ ἀν<δρ>[ι]- | |
| άντων ἀναθεσίων· καὶ νεικήσαντα Ἅλεια ἵππῳ στ[— — — —] | |
| 20 | καὶ στρατευσάμενον ἐν τριημιολίᾳ ᾇ ὄνομα Εὐδ[․․․․․] |
| τα καὶ στεφανωθέντα ὑπὸ ἀμφοτέρων [π]ο[λίων] | |
| πλεονάκις καὶ ὑπὸ Λινδίων καὶ Ἰαλυσίων [καὶ] | |
| [ὑπὸ τοῦ δ]άμ[ου τ]οῦ Ἀμίων Δρακωνειτ̣[ᾶν(?)] | |
| [ἁ δεῖνα Ἑ]ρμαγόρα Κλασία τὸν π<α>[τέρα]. |
IG XII,1
58