1 | Ἑρμαγόραν Φαινίππου Κλάσιον |
πάντα πράξαντα καὶ συνβουλεύσαντα | |
τῷ δάμῳ τὰ συνφέροντα τᾷ πατρίδι {τὰ} ἐν τῷ τᾶς | |
πρυτανείας χρόνῳ καὶ διαδειξάμενον | |
5 | ἃν ἔχει ἁ πόλις ποτί τε τὸν Αὐτοκράτορα |
Τίτον Φλαούιον Καίσαρα Σεβαστὸν Οὐεσ- | |
πασιανὸν καὶ τὸν σύνπαντα οἶκον αὐτοῦ καὶ | |
τὰν ἱερὰν σύνκλητον καὶ τὸν δᾶμον τὸν Ῥωμαί- | |
ων εὔνοιαν καὶ πίστιν, καὶ τυχόντα τῶν καλλίσ- | |
10 | των γραμμάτων ἀπὸ τοῦ θεοῦ Σεβαστοῦ ἐν |
τῷ τᾶς πρυτανείας καιρῷ, καὶ διὰ τὰν ποτὶ τὰν πατρί- | |
δα εὔνοιαν ποτιτάξαντος τοῦ δάμου καὶ τειμὰς αὐτοῦ | |
εἰσγραφήμειν, καὶ ταμιεύσαντα καὶ στεφανωθέντα ὑπὸ τᾶν | |
βουλᾶν πλεονάκις χρυσέοις στεφάνοις καὶ ἀνδριάν- | |
15 | των καὶ προσώπων ἀργυρέων ἀναθέσεσι· καὶ ἱεροταμι- |
εύσαντα Λινδίων δὶς καὶ τιμαθέντα ὑπ’ αὐτῶν μετὰ | |
τοῦ υἱοῦ Φιλίππου πάσαις ταῖς τειμαῖς καὶ τυχόντα τῶν | |
παρ’ αὐτοῖς καλλίστων ψαφισμάτων πλεονάκις καὶ ἀν<δρ>[ι]- | |
άντων ἀναθεσίων· καὶ νεικήσαντα Ἅλεια ἵππῳ στ[— — — —] | |
20 | καὶ στρατευσάμενον ἐν τριημιολίᾳ ᾇ ὄνομα Εὐδ[․․․․․] |
τα καὶ στεφανωθέντα ὑπὸ ἀμφοτέρων [π]ο[λίων] | |
πλεονάκις καὶ ὑπὸ Λινδίων καὶ Ἰαλυσίων [καὶ] | |
[ὑπὸ τοῦ δ]άμ[ου τ]οῦ Ἀμίων Δρακωνειτ̣[ᾶν(?)] | |
[ἁ δεῖνα Ἑ]ρμαγόρα Κλασία τὸν π<α>[τέρα]. |
IG XII,1
58