[ ]
Rhodos Isl. — Rhodos — ca. 100-50 BC
[— — — — (nomen) — — — —] | |
1 | στρατευσάμενον κατὰ πόλ̣[εμον] |
ἔν τε ταῖς καταφράκτοις ναυσὶ | |
καὶ ἐν τριημιολίαις καὶ τιμαθέντα | |
ὑπὸ ἁλικιωτᾶν τοῦ κοινοῦ θαλλοῦ | |
5 | στεφάνωι καὶ χρυσέωι ἀρετᾶς |
ἕνεκα καὶ εὐνοίας τᾶς εἰς αὐτούς· | |
——— καὶ στρατευσάμενον ὑπὸ ἄρχοντα | |
Ἀντίοχον καὶ τιμαθέντα ὑπὸ | |
Σαμοθραικιαστᾶν μεσονέων τοῦ | |
10 | κοινοῦ χρυσέωι στεφάνωι ἀρετᾶς |
ἕνεκα καὶ εὐνοίας καὶ φιλοδοξίας | |
ἃν ἔχων διατελεῖ εἰς τὸ Σαμοθραικι- | |
αστᾶν μεσονέων κοινόν· ——— καὶ | |
τοὶ συνστρατευσάμενοι ἐτίμασαν | |
15 | Σαμοθραικιαστᾶν καὶ Λημνιαστᾶν |
τὸ κοινὸν ἐπαίνωι χρυσέωι στεφάνωι | |
ἀρετᾶς ἕνεκα καὶ εὐνοίας καὶ φιλοδοξίας | |
ἃν ἔχων διατελεῖ εἰς τὸ Σαμοθρᾳκιαστᾶν | |
καὶ Λημνιαστᾶν τῶν συνστρατευσαμένων | |
20 | κοινόν· ——— καὶ πρωρατεύσαντα τριηρέων |
καὶ ἄρξαντα ἀφράκτων | |
καὶ ἐπιστάταν γενόμενον τῶν παίδων | |
καὶ ἱεροθυτήσαντα | |
καὶ πρυτανεύσαντα. θεοῖς. | |
25 | Ἐπίχαρμος Σολεύς, ὧι ἁ ἐπιδαμία δέδοται, |
καὶ Ἐπίχαρμος Ἐπιχάρμου Ῥόδιος ἐποίησαν. |