[ ]
Rhodos Isl. — Rhodos — ca. 100-50 BC
| [— — — — (nomen) — — — —] | |
| 1 | στρατευσάμενον κατὰ πόλ̣[εμον] |
| ἔν τε ταῖς καταφράκτοις ναυσὶ | |
| καὶ ἐν τριημιολίαις καὶ τιμαθέντα | |
| ὑπὸ ἁλικιωτᾶν τοῦ κοινοῦ θαλλοῦ | |
| 5 | στεφάνωι καὶ χρυσέωι ἀρετᾶς |
| ἕνεκα καὶ εὐνοίας τᾶς εἰς αὐτούς· | |
| ——— καὶ στρατευσάμενον ὑπὸ ἄρχοντα | |
| Ἀντίοχον καὶ τιμαθέντα ὑπὸ | |
| Σαμοθραικιαστᾶν μεσονέων τοῦ | |
| 10 | κοινοῦ χρυσέωι στεφάνωι ἀρετᾶς |
| ἕνεκα καὶ εὐνοίας καὶ φιλοδοξίας | |
| ἃν ἔχων διατελεῖ εἰς τὸ Σαμοθραικι- | |
| αστᾶν μεσονέων κοινόν· ——— καὶ | |
| τοὶ συνστρατευσάμενοι ἐτίμασαν | |
| 15 | Σαμοθραικιαστᾶν καὶ Λημνιαστᾶν |
| τὸ κοινὸν ἐπαίνωι χρυσέωι στεφάνωι | |
| ἀρετᾶς ἕνεκα καὶ εὐνοίας καὶ φιλοδοξίας | |
| ἃν ἔχων διατελεῖ εἰς τὸ Σαμοθρᾳκιαστᾶν | |
| καὶ Λημνιαστᾶν τῶν συνστρατευσαμένων | |
| 20 | κοινόν· ——— καὶ πρωρατεύσαντα τριηρέων |
| καὶ ἄρξαντα ἀφράκτων | |
| καὶ ἐπιστάταν γενόμενον τῶν παίδων | |
| καὶ ἱεροθυτήσαντα | |
| καὶ πρυτανεύσαντα. θεοῖς. | |
| 25 | Ἐπίχαρμος Σολεύς, ὧι ἁ ἐπιδαμία δέδοται, |
| καὶ Ἐπίχαρμος Ἐπιχάρμου Ῥόδιος ἐποίησαν. |