[ ]
Makedonia (Lynkestis) — Herakleia — ca. 100-150 AD — Demitsas, Hē Makedonia 248 — Spomenik 77 (1934) 31, 4
1 | Παῦλος Καιλίδιος Φρόντων ἀγορανομήσας, πρεσβεύσας εἰς Δελφοὺς ἐπὶ |
τὸν Πύθιον, ἀργύριον ἐπιδοὺς τῇ πόλι εἰς σείτου ἀγορασίαν, σεῖτον | |
ἐν σπάνει παραπωλήσας, γυμνασιαρχήσας ἐκ τῶν ἰδίων, εἰκόνων | |
ἀναθέσεως καὶ ἀνδριάντων ἀξιωθεὶς ὑπὸ τοῦ βουλευτηρίου διὰ | |
5 | δόγματος, ταμιεύων καὶ πολιταρχῶν, γυμνασιάρχης <δὲ> ἀποδεδει- |
<γ>μ<έ>νος καὶ τῆς πόλεως καὶ τοῦ Λυγκηστῶν ἔθνους, καὶ υἱὸς | |
πόλεως, διὰ δογμάτων τὴν στήλην ἀνέθηκεν ἐκ τῶν ἰδίω[ν]. |