[ ]
Mak. (Lynkestis) — Herakleia — ca. 100-150 AD — M. Dimitsas, Makedonia (1896) 248 — Spomenik 77 (1934) 31, 4
| 1 | Παῦλος Καιλίδιος Φρόντων ἀγορανομήσας, πρεσβεύσας εἰς Δελφοὺς ἐπὶ |
| τὸν Πύθιον, ἀργύριον ἐπιδοὺς τῇ πόλι εἰς σείτου ἀγορασίαν, σεῖτον | |
| ἐν σπάνει παραπωλήσας, γυμνασιαρχήσας ἐκ τῶν ἰδίων, εἰκόνων | |
| ἀναθέσεως καὶ ἀνδριάντων ἀξιωθεὶς ὑπὸ τοῦ βουλευτηρίου διὰ | |
| 5 | δόγματος, ταμιεύων καὶ πολιταρχῶν, γυμνασιάρχης <δὲ> ἀποδεδει- |
| <γ>μ<έ>νος καὶ τῆς πόλεως καὶ τοῦ Λυγκηστῶν ἔθνους, καὶ υἱὸς | |
| πόλεως, διὰ δογμάτων τὴν στήλην ἀνέθηκεν ἐκ τῶν ἰδίω[ν]. |