[ ] Makedonia (Mygdonia) — Thessalonike — 1st/2nd c. AD
[— — — — — — — — — — — — — — — — — — — —]
1 [․․c.9-10․․ vv ἐγώ] εἰ̣μ̣[ι ἡ πρώτη καρπὸν ἀνθρώποις εὑ]-
[ροῦσα. vv ἐγώ εἰμι μ]ή̣τ̣η̣ρ̣ Ὥρο[υ βασιλέως. vv ἐγώ εἰμι θεοῦ Κυνὸς ἄ]-
[στρῳ ἐπιτέλλουσ]α. vv ἐγώ εἰμ̣[ι ἡ παρὰ γυναιξὶ θεὸς καλουμένη].
[vv ἐμοὶ Βούβαστο]ς̣ πόλις ᾠκο[δομήθη. vv ἐγὼ ἐχώρισα γῆν ἀπ’ οὐρανοῦ].
5 [vv ἐγὼ ἄστρων ὁδο]ὺ̣ς ἔδειξα. v[v ἐγὼ ἡλίου καὶ σελήνης πο]-
[ρείαν συνεταξάμ]ην. vv ἐγὼ θ̣αλ̣[άσσια ἔργα εὗρον. vv ἐγὼ τὸ δίκαιον]
[ἰσχυρὸν ἐποίησ]α. vv ἐγὼ γυναῖκα̣ [καὶ ἄνδρα συνήγαγον. vv]
[ἐγὼ δεκαμηνιαῖο]ν βρέφος εἰς φῶ[ς ἐξενεγκεῖν ἔταξα. vv ἐγὼ]
[ὑπὸ τέκνου γον]εῖς φιλοστοργεῖσ̣[θαι ἐνομοθέτησα. vv ἐγὼ τοῖς]
10 [ἀστόργως γονεῦ]σι διακ̣ειμένοις τ̣[ιμωρίαν ἐπέθηκα. vv ἐγὼ με]-
[τὰ τοῦ ἀδελφοῦ] Ὀσίριδος τὰς ἀν̣[θρωποφαγίας ἔπαυσα. vv ἐγὼ]
[μυήσεις ἀνθρώπ]οις ἐπέδειξα. vv [ἐγὼ ἀγάλματα θεῶν τιμᾶν]
[ἐδίδαξα. vv ἐγὼ τε]μένη θεῶν ἱδρυσάμ̣[ην. vv ἐγὼ τυράννων ἀρχὰς κατέ]-
[λυσα. vv ἐγὼ φόνου]ς̣ ἔπαυσα. vv ἐγὼ στ̣[έργεσθαι γυναῖκας ὑπ’ ἀνδρῶν ἠ]-
15 [νάγκασα. vv ἐγὼ τ]ὸ δίκαιον ἰσχυρ̣[ότερον χρυσίου καὶ ἀργυρίου]
[ἐποίησα. vv ἐγὼ τὸ ἀλ]η̣θὲς καλὸν̣ [ἐνομοθέτησα νομίζεσθαι. vv]
[ἐγὼ συνγραφὰς γαμ]ι̣κ̣ὰ̣ς̣ ε̣ὗ̣ρ̣ο̣[ν. vv ․․․․․․․c.20-22․․․․․․․]
[— — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us