vacat | |
1 | σοὶ τόδε δωμητὸν τέμενος θέτο, δαῖμον Ὀσε̣[ῖρι], |
λάρνακά τε γλαφυρὰν ἔνδοθι ναμοφόρον· | |
ἔνθα περιπλώεις σὺ κατ’ ἀστεροφεγγέα νύκτα | |
καὶ τεύχεις ἐρατὴν Ἶσιν ἐν ἀγλαΐαις. | |
5 | αὐτὸς γὰρ παμπρῶτος ἐπήξαο νήϊα δοῦρα |
καὶ πόρον εὐξέστοις τμήξας ἔνερθε πλάταις. | |
ἀλλ’, ἄνα, Φυλακίδηι <τε> καὶ υἱέϊ καλὸν ὀπάξοις | |
δῶρον ἐϋκλεΐης ἄμφω ἀπημοσύνηι, | |
ὄφρα τις ἁμερίων λεύσσων τάδε θυμὸν ὀτρύνηι | |
10 | σφωΐτερομ μακάρωμ μήποτε λῆστιν ἔχειν. |
Δαμαίου. |
IG X,2 1
108