| vacat | |
| 1 | σοὶ τόδε δωμητὸν τέμενος θέτο, δαῖμον Ὀσε̣[ῖρι], |
| λάρνακά τε γλαφυρὰν ἔνδοθι ναμοφόρον· | |
| ἔνθα περιπλώεις σὺ κατ’ ἀστεροφεγγέα νύκτα | |
| καὶ τεύχεις ἐρατὴν Ἶσιν ἐν ἀγλαΐαις. | |
| 5 | αὐτὸς γὰρ παμπρῶτος ἐπήξαο νήϊα δοῦρα |
| καὶ πόρον εὐξέστοις τμήξας ἔνερθε πλάταις. | |
| ἀλλ’, ἄνα, Φυλακίδηι <τε> καὶ υἱέϊ καλὸν ὀπάξοις | |
| δῶρον ἐϋκλεΐης ἄμφω ἀπημοσύνηι, | |
| ὄφρα τις ἁμερίων λεύσσων τάδε θυμὸν ὀτρύνηι | |
| 10 | σφωΐτερομ μακάρωμ μήποτε λῆστιν ἔχειν. |
| Δαμαίου. |
IG X,2 1
108