[ ]
Att. — med. s. IV a.
| in epistylio: | |
| 1 | ὀθεὶς μόχθος ἔπαινον ἐπ’ ἀνδράσι τοῖς ἀγαθοῖσιν | ζητεῖν, ηὕρηται δὲ ἄφθονος εὐλογία· | |
| ἧς σὺ τυχὼν ἔθανες, Διονύσιε, καὶ τὸν ἀνάνκης | κοινὸν Φερσεφόνης πᾶσιν ἔχεις θάλαμον. | | |
| 2a | in basi: |
| 3 | σῶμα μὲν ἐνθάδε σόν, Διονύσιε, γαῖα καλύπτει, |
| ψυχὴν δε ἀθάνατον κοινὸς ἔχει ταμίας· | |
| 5 | σοῖς δὲ φίλοις καὶ μητρὶ κασιγνήταις τε λέλοιπας |
| πένθος ἀείμνηστον σῆς φιλίας φθίμενος. | |
| δισσαὶ δ’ αὖ πατρίδες σ’ ἣ μὲν φύσει, ἣ δὲ νόμοισιν | |
| ἔστερξαν πολλῆς εἵνεκα σωφροσύνης. | |
| b | colore picta: |
| 1 | — — —ρια— — — Διονύσιος Ἀλφίνο. |