[ ]
Att. — stoich. 57-61 — 405/4 a.
1 | Κηφισοφῶν Παιανιεὺς |
ἐγραμμάτευε. | |
Σαμίοις ὅσοι μετὰ το͂ δήμο το͂ Ἀθηναί- | |
ων ἐγένοντο vac. | |
5 | ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι· Κεκροπὶς ἐπρυτάνευε, Πόλυμνις Εὐωνυμεὺς |
ἐγραμμάτευε, Ἀλεξίας ἦρχε, Νικοφῶν Ἀθμονεὺς ἐπεστάτει· γνώμη Κλεσόφο | |
καὶ συνπρυτάνεων· ἐπαινέσαι τοῖς πρέσβεσι τοῖς Σαμίοις τοῖς τε προτέρο- | |
ις ἥκοσι καὶ τοῖς νῦν καὶ τῆι βολῆι καὶ τοῖς στρατηγοῖς καὶ τοῖς ἄλλοις | |
Σαμίοις ὅτι ἐσὶν ἄνδρες ἀγαθοὶ καὶ πρόθυμοι ποιε͂ν ὅ τι δύνανται ἀγαθόν, | |
10 | καὶ τὰ πεπραγμένα αὐτοῖς ὅτι δοκο͂σιν ὀρθῶς ποιῆσαι Ἀθηναίοις καὶ Σαμί- |
οις· καὶ ἀντὶ ὧν εὖ πεποιήκασιν Ἀθηναίοις καὶ νῦν περὶ πολλο͂ ποιο͂νται καὶ | |
ἐσηγο͂νται ἀγαθά· δεδόχθαι τῆι βολῆι καὶ τῶι δήμωι, Σαμίος Ἀθηναίος ἐ͂ναι, | |
πολιτευομένος ὅπως ἂν αὐτοὶ βόλωνται· καὶ ὅπως ταῦτα ἔσται ὡς ἐπιτηδειό- | |
τατα ἀμφοτέροις, καθάπερ αὐτοὶ λέγοσιν, ἐπειδὰν ἐρήνη γένηται τότε περὶ | |
15 | τῶν ἄλλων κοινῆι βολεύεσθαι. τοῖς δὲ νόμοις χρῆσθαι τοῖς σφετέροις αὐτῶν |
αὐτονόμος ὄντας, καὶ τἆλλα ποιε͂ν κατὰ τὸς ὅρκος καὶ τὰς συνθήκας καθάπερ | |
ξύνκειται Ἀθηναίοις καὶ Σαμίοις· καὶ περὶ τῶν ἐνκλημάτων ἃ ἂγ γίγνηται | |
πρὸς ἀλλήλος διδόναι καὶ δέχεσθαι τὰς δίκας κατὰ τὰς συμβολὰς τὰς ὄσας. | |
[ἐ]ὰν δέ τι ἀναγκαῖογ γίγνηται διὰ τὸν πόλεμον καὶ πρότερον περὶ τῆς πολι- | |
20 | [τ]είας, ὥσπερ αὐτοὶ λέγοσιν οἱ πρέσβες, πρὸς τὰ παρόντα βολευομένος ποιε͂ν |
[ἧ]ι ἂν δοκῆι βέλτιστον ἐ͂ναι. περὶ δὲ τῆς ἐρήνης, ἐὰγ γίγνηται, ἐ͂ναι κατὰ ταὐτὰ | |
[κ]αθάπερ Ἀθηναίοις, καὶ τοῖς νῦν οἰκο͂σιν Σάμον· ἐὰν δὲ πολεμε͂ν δέηι, παρασκ- | |
[ε]υάζεσθαι αὐτὸς ὡς ἂν δύνωνται ἄριστα πράττοντας μετὰ τῶν στρατηγῶν. | |
[ἐὰ]ν δὲ πρεσβείαν ποι πέμπωσιν Ἀθηναῖοι, συμπέμπεν καὶ τὸς ἐξάμο παρόντας, | |
25 | [ἐά]ν τινα βόλωνται, καὶ συνβολεύεν ὅ τι ἂν ἔχωσιν ἀγαθόν. ταῖς δὲ τριήρεσι |
[ταῖς] ὄσαις ἐς Σάμωι χρῆσθαι αὐτοῖς δο͂ναι ἐπισκευασαμένοις καθότι ἂν αὐ- | |
[τοῖς δ]οκῆι· τὰ δὲ ὀνόματα τῶν τριηράρχων, ὧν ἦσαν αὗται αἱ νῆες, ἀπογράψαι | |
[τὸς πρέσ]βες τῶι γραμματεῖ τῆς βολῆς καὶ τοῖς στρατηγοῖς, καὶ τούτων εἴ πο | |
[․․․․11․․․․․]α γεγραμμένον ἐν τῶι δημοσίωι ὡς παρεληφότων τὰς τριήρες, | |
30 | [ἅπαντα ἐξαλειψά]ντων οἱ νεωροὶ ἁπανταχόθεν, τὰ δὲ σκεύη τῶι δημοσίωι ἐσ- |
[πραξάντων ὡς τάχιστα κα]ὶ ἐπαναγκασάντων ἀποδο͂ναι τὸς ἔχοντας τούτων | |
[τι ἐντελῆ· γνώμη Κλεσόφο καὶ] συνπρυτάνεων· τὰ μὲν ἄλλα καθάπερ τῆι βολῆι, | |
[ἐ͂ναι δὲ τὴν δωρειὰν Σαμίων τοῖς ἥ]κοσιν, καθάπερ αὐτοὶ αἰτο͂νται, καὶ νε͂μαι | |
[αὐτὸς αὐτίκα μάλα ἐς τὸς δήμος καὶ τὰ]ς φυλὰς δέκαχα· καὶ τὴν πορείαν παρα- | |
35 | [σκευάσαι τοῖς πρέσβεσι τὸς στρατηγὸς ὡ]ς τάχιστα καὶ Εὐμάχωι καὶ τοῖς |
[ἄλλοις Σαμίοις πᾶσι τοῖς μετὰ Εὐμάχο ἥκοσ]ι ἐπαινέσαι ὡς ὀ͂σιν ἀνδράσιν | |
[ἀγαθοῖς περὶ τὸς Ἀθηναίος· καλέσαι δ’ Εὔμ]αχον ἐ[πὶ δ]εῖπνον ἐς τὸ πρυτανέον | |
[ἐς αὔριον. ἀναγράψαι δὲ τὰ ἐψηφισμένα τ]ὸγ γραμμ[ατέα τῆς βο]λῆς μετὰ τῶν | |
[στρατηγῶν ἐστήληι λιθίνηι καὶ κατα]θε͂ναι ἐς πόλι[ν, τὸς δὲ ἑλλην]οταμίας | |
40 | [δο͂ναι τὸ ἀργύριον· ἀναγράψαι δ’ ἐς Σά]μωι κατὰ ταὐτὰ τέ[λε]σι [τοῖς ἐκέ]νων. |