[ ] Att. — stoich. 57-61 — 405/4 a.
1 Κηφισοφῶν Παιανιεὺς
  ἐγραμμάτευε.
Σαμίοις ὅσοι μετὰ το͂ δήμο το͂ Ἀθηναί-
ων ἐγένοντο   vac.
5 ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι· Κεκροπὶς ἐπρυτάνευε, Πόλυμνις Εὐωνυμεὺς
ἐγραμμάτευε, Ἀλεξίας ἦρχε, Νικοφῶν Ἀθμονεὺς ἐπεστάτει· γνώμη Κλεσόφο
καὶ συνπρυτάνεων· ἐπαινέσαι τοῖς πρέσβεσι τοῖς Σαμίοις τοῖς τε προτέρο-
ις ἥκοσι καὶ τοῖς νῦν καὶ τῆι βολῆι καὶ τοῖς στρατηγοῖς καὶ τοῖς ἄλλοις
Σαμίοις ὅτι ἐσὶν ἄνδρες ἀγαθοὶ καὶ πρόθυμοι ποιε͂ν ὅ τι δύνανται ἀγαθόν,
10 καὶ τὰ πεπραγμένα αὐτοῖς ὅτι δοκο͂σιν ὀρθῶς ποιῆσαι Ἀθηναίοις καὶ Σαμί-
οις· καὶ ἀντὶ ὧν εὖ πεποιήκασιν Ἀθηναίοις καὶ νῦν περὶ πολλο͂ ποιο͂νται καὶ
ἐσηγο͂νται ἀγαθά· δεδόχθαι τῆι βολῆι καὶ τῶι δήμωι, Σαμίος Ἀθηναίος ἐ͂ναι,
πολιτευομένος ὅπως ἂν αὐτοὶ βόλωνται· καὶ ὅπως ταῦτα ἔσται ὡς ἐπιτηδειό-
τατα ἀμφοτέροις, καθάπερ αὐτοὶ λέγοσιν, ἐπειδὰν ἐρήνη γένηται τότε περὶ
15 τῶν ἄλλων κοινῆι βολεύεσθαι. τοῖς δὲ νόμοις χρῆσθαι τοῖς σφετέροις αὐτῶν
αὐτονόμος ὄντας, καὶ τἆλλα ποιε͂ν κατὰ τὸς ὅρκος καὶ τὰς συνθήκας καθάπερ
ξύνκειται Ἀθηναίοις καὶ Σαμίοις· καὶ περὶ τῶν ἐνκλημάτων ἃ ἂγ γίγνηται
πρὸς ἀλλήλος διδόναι καὶ δέχεσθαι τὰς δίκας κατὰ τὰς συμβολὰς τὰς ὄσας.
[ἐ]ὰν δέ τι ἀναγκαῖογ γίγνηται διὰ τὸν πόλεμον καὶ πρότερον περὶ τῆς πολι-
20 [τ]είας, ὥσπερ αὐτοὶ λέγοσιν οἱ πρέσβες, πρὸς τὰ παρόντα βολευομένος ποιε͂ν
[ἧ]ι ἂν δοκῆι βέλτιστον ἐ͂ναι. περὶ δὲ τῆς ἐρήνης, ἐὰγ γίγνηται, ἐ͂ναι κατὰ ταὐτὰ
[κ]αθάπερ Ἀθηναίοις, καὶ τοῖς νῦν οἰκο͂σιν Σάμον· ἐὰν δὲ πολεμε͂ν δέηι, παρασκ-
[ε]υάζεσθαι αὐτὸς ὡς ἂν δύνωνται ἄριστα πράττοντας μετὰ τῶν στρατηγῶν.
[ἐὰ]ν δὲ πρεσβείαν ποι πέμπωσιν Ἀθηναῖοι, συμπέμπεν καὶ τὸς ἐξάμο παρόντας,
25 [ἐά]ν τινα βόλωνται, καὶ συνβολεύεν ὅ τι ἂν ἔχωσιν ἀγαθόν. ταῖς δὲ τριήρεσι
[ταῖς] ὄσαις ἐς Σάμωι χρῆσθαι αὐτοῖς δο͂ναι ἐπισκευασαμένοις καθότι ἂν αὐ-
[τοῖς δ]οκῆι· τὰ δὲ ὀνόματα τῶν τριηράρχων, ὧν ἦσαν αὗται αἱ νῆες, ἀπογράψαι
[τὸς πρέσ]βες τῶι γραμματεῖ τῆς βολῆς καὶ τοῖς στρατηγοῖς, καὶ τούτων εἴ πο
[․․․․11․․․․․]α γεγραμμένον ἐν τῶι δημοσίωι ὡς παρεληφότων τὰς τριήρες,
30 [ἅπαντα ἐξαλειψά]ντων οἱ νεωροὶ ἁπανταχόθεν, τὰ δὲ σκεύη τῶι δημοσίωι ἐσ-
[πραξάντων ὡς τάχιστα κα]ὶ ἐπαναγκασάντων ἀποδο͂ναι τὸς ἔχοντας τούτων
[τι ἐντελῆ· γνώμη Κλεσόφο καὶ] συνπρυτάνεων· τὰ μὲν ἄλλα καθάπερ τῆι βολῆι,
[ἐ͂ναι δὲ τὴν δωρειὰν Σαμίων τοῖς ἥ]κοσιν, καθάπερ αὐτοὶ αἰτο͂νται, καὶ νε͂μαι
[αὐτὸς αὐτίκα μάλα ἐς τὸς δήμος καὶ τὰ]ς φυλὰς δέκαχα· καὶ τὴν πορείαν παρα-
35 [σκευάσαι τοῖς πρέσβεσι τὸς στρατηγὸς ὡ]ς τάχιστα καὶ Εὐμάχωι καὶ τοῖς
[ἄλλοις Σαμίοις πᾶσι τοῖς μετὰ Εὐμάχο ἥκοσ]ι ἐπαινέσαι ὡς ὀ͂σιν ἀνδράσιν
[ἀγαθοῖς περὶ τὸς Ἀθηναίος· καλέσαι δ’ Εὔμ]αχον ἐ[πὶ δ]εῖπνον ἐς τὸ πρυτανέον
[ἐς αὔριον. ἀναγράψαι δὲ τὰ ἐψηφισμένα τ]ὸγ γραμμ[ατέα τῆς βο]λῆς μετὰ τῶν
[στρατηγῶν ἐστήληι λιθίνηι καὶ κατα]θε͂ναι ἐς πόλι[ν, τὸς δὲ ἑλλην]οταμίας
40 [δο͂ναι τὸ ἀργύριον· ἀναγράψαι δ’ ἐς Σά]μωι κατὰ ταὐτὰ τέ[λε]σι [τοῖς ἐκέ]νων.
Search Help