[ ] Att. — post med. s. IV
1 Ἀτώτας μεταλλεύς.
Πόντου ἀπ’ Εὐεξείνου Παφλαγὼν μεγάθυμος Ἀτώτας
ἧς γαίας τηλοῦ σῶμ’ ἀνέπαυσε πόνων.
τέχνηι δ’ οὔτις ἔριζε· Πυλαιμένεος δ’ ἀπὸ ῥίζης
5 εἴμ’, ὃς Ἀχιλλῆος χειρὶ δαμεὶς ἔθανεν.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server